Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὅμοιον δὲ πέπονθε τούτῳ ὁ τῆς ὀργῆς ἀκρατής· ὅταν γὰρ ἀκούσῃ τὸ πρῶτον ῥῆμα ὅτι [*](1202b, 10—28 ═ E. N. 1149a, 21—b, 26.) [*](31. δʼ] δὴ Π || καὶ om. KbP2Va. || 32. ὁ—33. εἶναι post 33. σωματικαί tri. Rassovius Susem. || καὶ post ἂν om. Kb Va. Bk.Bu. || 33. ἡδοναὶ Rassovius, οἷον αἱ ΠAld. Va.Bk.Bu. || 34. ταῦτʼ ἂν Bk. Bu. || ἂν post δόξειεν add. Susem. || 37. ἐστίν add. Bk. Bu. 1202b, 1. ὡς om. P2 Ald. || 2. αὐτῶι Π1 Va., αὐτοῦ 5. δεῖ KbVa., δεήσει ante ψεκτὰ Π2P2 (fors. recte), om. Ald. 7. ψεκταί KbP2Cv || 11. ψεκτοτέρα P2Va., ψεκτοτάτη cet. Aristoteles, Ethica m., ed. Susbmihl. )

66
ἠδίκησεν, ὥρμησεν ὁ θυμὸς πρὸς τὸ τιμωρήσασθαι, οὐκέτι ἀναμείνας ἀκοῦσαι πότερον δεῖ ἢ οὐ δεῖ, ἢ ὅτι γε οὐχ οὕτω σφόδρα.

ἡ μὲν οὖν τοιαύτη ὁρμὴ πρὸς ὀργήν, ἣ δοκεῖ ἀκρασία εἶναιὀργῆς, οὐλίαν ἐπιτιμητέα ἐστίν, ἡ δὲ πρὸς [τὴν] ἡδονὴν ὁρμὴ ψεκτή γε. ἔστιν γὰρ διαφορὰν ἔχουσα πρὸς ταύτην διὰ τὸν λόγον, ὃς ἀποτρέπει τοῦ μὴ πράττειν, ἀλλʼ ὅμως πράττει παρὰ τὸν λόγον· διὸ ψεκτή ἐστι μᾶλλον τῆς διʼ ὀργὴν ἀκρασίας. ἡ μὲν γὰρ διʼ ὀργὴν ἀκρασία λύπη ἐστίν( οὐδεὶς γὰρ ὀργιζόμενος οὐ λυπεῖται), ἡ δὲ διʼ ἐπιθυμίαν μεθʼ ἡδονῆς· διὸ μᾶλλο ψεκτή· ἡ γὰρ διʼ ἡδονὴν ἀκρασία μεθʼ ὕβρεως δοκεῖ εἶναι.

πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὑτόν ἐστιν; ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.

πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν· ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος.