Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

οὐ δὴ τὰς τοιαύτας ζητοῦμεν νῦν ἀκρκσίας οὐδʼ ἐγκρατείας, ἀλλὰ καθʼ ἃς ψεκτοὶ ἀπλῶς καὶ ἐπαινετοὶ λεγόμεθα.

ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ [*](19—29 ═ E. N. 1148b, 15 —1149a, 20. 1149 b, 8 11 30—b, 9 ═ E. N 1147b, 18—1148 b, 14.) [*](9. ὡς om. || 11. διεύευsμένος KbP2Va., διαψευσάμενος Ald. || 15. οὐ om. Va. || ἐπιθυμοῦντι δὲ P Ald., 〈οὐκ〉 ἐπιθυμῶν δὲ? Susem., ἐπιθυμῶν δὲ 〈μὴ〉 admodum dubitanter ci. Wilson || 17. οὐκ Π || 20. τινες om. || οἱ Thomas, ο fontes et editiones || 21. τὰς ante τρίχας add. MbBk.Bu. Thomas, at v. E. N. 1148 b, 27 sq. τριχῶν τίλσεις κα ὀνύχων τρώξεις τρίχας 〈,ἕτεροι δὲ τοὺς ὄνυχος〉 ex Ε. Ν. l. l. Thomas, τρίχας 〈,ἕτεροι δʼ ὄνυχας 〉 Susem., vitium suspicatus erat Rassovius || 22. εἰ] ἧι K Va., ἢν Ald. || 23. ποτὲ post φασι P2O || 25. δή] δοκεῖ P2, δεῖ Ald. || 26. δοκεῖ KbAld., ἐδόκει ci. Sylburgius, visum est Va. )

65
φίλοι δόξα, τὰ δʼ ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή τε καὶ γεῦσις [ὁ οὖν περὶ ταῦτα ἀκρατής,οὗτος ἀπλῶς ἂν [καὶ] ἀκρατὴς δόξειενεἶναι,] καὶ ἡδοναὶ σωματικαί·∗καὶ ἣν ζητοῦμεν ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν 〈ἂν〉 εἶναι.

ἠπορεῖτο δὲ περὶ τί ποτʼ ἐστὶν ἡ ἀκρασία. περὶ μὲν οὖν τιμὴν οὐκ ἔστιν ἀπλῶς ἀκρατής· ἐπαινεῖται γάρ πως ὁ περὶ τιμὴν ἀκρατής· φιλότιμος γάρ τις [ἐστίν]. τὸ δʼ ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν ἀκρετῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς ἢ δόξαν ἢ ὀργήν. ἀλλὰ τῷ ἀπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς [*](1202b) ὑπάρχοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ ἐστίν· ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ὁ ἀπλῶς ἀκρατής.

— δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἡ ἀκρασία· ἐπεὶ γὰρ ψεκτὸς ὁ ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ ὑποκείμενα· τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δʼ ἡδοναὶ αἱ σωματικαὶ ψεκταί· διὸ εἰκότως ὁ περὶ ταύτας ἂν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.

ἐπειδὴ δέ ἐστι τῶν περὶ τὰ ἄλλα ἀκρασιῶν λεγομένων ἡ περὶ τὴν ὀργὴν οὖσα ἀκρασία ψεκτοτάτη, πότερον ψεκτοτέρα ἐστὶν ἡ περὶ τὴν ὀργὴν ἢ ἡ περὶ τὰς ἡδονάς; ἔστιν οὖν ἡ περὶ τὴν ὀργὴν ἀκρασία ὁμοία τῶν παίδων τοῖς πρὸς τὸ διακονεῖν προθύμως ἔχουσιν· καὶ γὰρ οὗτοι, ὅταν εἴπῃ ὁ δεσπότης ‟δός μοι”, τῇ προθυμίᾳ ἐξενεχθέντες, πρὸ τοῦ ἀκοῦσαι ὃ δεῖ δοῦναι, ἔδωκαν, καὶ ἐν τῇ δόσει διήμαρτον· πολλάκις γὰρ δέον βιβλίον δοῦναι γραφεῖον ἔδωκαν.