Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— εἰ δὲ μή, οὐ τό γε πολιτικὸν ἀδίκημα, ἀλλὰ τὸ οἰκονομικόν. ἡ γὰρ ψυχὴ εἰς πλείω μεμερισμένη ἔχει τι [*](36. αὐτὸν P2, αὐτὸς cet. 1196a, 6. ταῦτα Κb Αld. Va., τὰ τοιαῦτα II2p2 (fors. recte) 8. οὐδʼ — 9. ἄκοντα secl. amsauer || 19. παραθήκην pr. Kb P (em. corr K et rc. Pb), 19. et 21. παρακαταθήκης P || 22. αὑτοῦ Bk.Bu. ||αὑτοῦ Π2 Ρ2 Bk. Bu.)

46
αὑτῆς τὸ μὲν χεῖρον τὸ δὲ βέλτιον, ὥστ᾿ εἴ τι ἐγγίνεται τῶν ἐν ψυχῇ ἀδίκημα, τῶν μερῶν ἐστι πρὸς. ἄλληλα· τὸ οἰκονομικὸν δὲ ἀδίκημα διειλόμεθα τῷ ἐπὶ τὸ χεῖρον καὶ βέλτιον· ὡς γίνεσθαι πρὸς αὑτὸν ἄδικον καὶ δίκαιον. οὐ τοῦτο δʼ ἡμεῖς ἐπισκοπούμεθα, ἀλλὰ τὸ πολιτικόν.

ὥστʼ ἐν τοῖς τοιούτοις ἀδικήμασιν, ἐν οἵς ἡμεῖς ζητοῦμεν, οὐκ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.

πότερος δὲ πάλιν ἀδικεῖ, καὶ ἐν ποτέρῳ ἐστὶ τὸ ἀδίκημα, ἐν τῷ ἀδίκως ὁτιοῦν ἔχοντι; ἢ τῷ κρίναντι καὶ τῷ ἀπονείμαντι, ὥσπερ ἐν τοῖς ἀγῶσιν; καὶ γὰρ ὁ λαβὼν τὸν φοίνικα παρὰ τοῦ ἐφεστῶτος καὶ ταῦτα κρίναντος οὐκ ἀδικεῖ, κἂν ἀδίκως αὐτῷ ἀποδοθῇ· ἀλλʼ ἤδη ὁ κρίνας κακῶς καὶ δούς, οὗτος ἀδικεῖ. καὶ [*](1196b) οὗτος ἔστι μὲν ᾗ ἀδικεῖ, ἔστι δὲ ᾗ οὐκ ἀδικεῖ μὲν γὰρ τὸ τῇ ἀληθείᾳ καὶ τῇ φύσει ἄν δίκαιον μὴ ἔκρινεν, ταύτῃ μὲν ἀδικεῖ, ᾗ δὲ τὸ αὑτῷ δοκοῦν εἶναι δίκαιον, οὐκ ἀδικεῖ.

ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται, καὶ τίνες εἰσὶν καὶ ἐν τίσιν καὶ περὶ ποῖα, καὶ περὶ ἑκάστης αὐτῶν, ὅτι εἰ πράττοιμεν κατὰ τὸν ὀρθὸν λόγον τὸ βέλτιστον, τὸ μὲν οὕτως εἰπεῖν, τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις εἴπτοι ὅτι ὑγίεια ἄριστʼ ἂν μένοιτο, εἴ τις τὰ ὑγιεινὰ προσφέροιτο. τὸ δὴ τοιοῦτον ἀσαῳές· ἀλλʼ ἐρεῖ μοι, τὰ ποῖα διασάφησόν ἔστιν ὑγιεινά.

οὕτως καὶ ἐπὶ τοῦ λόγου, τί ἐστιν ὁ λόγος καὶ τίς ὁ ὀρθὸς λόγος;

[*](1196a, 34—b, 3 ═ E. N. 1136b, 13—1137a, 4 || 1196b, 4—11 ═ E. N. 1138b, 15 34.)[*](28. ἀδίκημα τῶν] ἀδικημάτων Ald. Va. et pr.K (crx. rc.) ἐστι om. ΙΙ et pr. P (suppl. rc.) ||29. δὲ Susem., γὰρ Π Ald. Bk. Bu., porro Va. || τῷ Bas., τὸ ΠAld. || τὸ om. II2 P2 1196b, 1. 〈δʼ〉 ἔστι? Susem. || 2. μὲν om. P2Ald. ||ἀδικεῖ μὲν ταύτη C 3. τὸ αὑτῷ] ταυτῶ Κb Va., ταυτὸ Cv , αὐτῷ δὲ ταυτὸ Ald. 4. ἐπειδὴ] ἐπεὶ Kb ZAld. || 6. πράττομεν Π || τὸ] τὸν ΖAld. μὲν] μὲν γὰρ pr. Mb, μέντοι corr. Mb, prb. Spengelius || 7. βέλτιστον (τὸ ante h. v. supra versum pr. m. adi. Mb) post πράττειν add. II2 || 9. δὲ Spengelius 10. ἐστιν post ὑγιεινά II2.BK.Bu., om. P || 11. λόγου ✶✶ Casaubonus. )
47

ἀναγκαῖον ἴσως ἐστὶν πρῶτον μέν, ἐν ὁ λόγος ἐγγίνεται, ὑπὲρ τούτου διελέσθαι.

διωρίσθη μὲν οὖν ὑπὲρ ψυχῆς ὡς τύπῳ καὶ πρότερον, ὅτι τὸ μὲν αὐτῆς ἐστι λόγον ἔχον, τὸ δὲ ἄλογαν μόριον τῆς ψυχῆς· ἔστιν δʼ εἰς δύο τὴν διαίρεσιν ἔχον τὸ λόγον ἔχον μόριον τῆς ψυχῆς, ὧν ἐστι τὸ μὲν βουλευτικὸν τὸ δὲ ἐπιστημονικόν. ὅτι δὲ ἕτερα ἀλλήλων ἐστίν, ἐκ τῶν ὑποκειμένων ἂν γένοιτο φανερόν.

ὥσπερ γὰρ δὴ ἕτερά ἐστιν ἀλλήλων χρῶμά τε καὶ χυμὸς καὶ ψόφος καὶ ὀσμή, ὡσαύτως καὶ τὰς αἰσθήσεις ἑτέρας αὐτῶν ἡ φύσις ἀπέδωκεν (ψόφον μὲν γὰρ ἀκοῇ, χυμὸν δὲ γεύσει γνωρίζομεν, χρῶμα δὲ ὄψει), ὁμοίως δὲ καὶ τἄλλο τὸν αὐτὸν τρόπον δεῖ ὑπολαμβάνειν· ἐπεὶ δὴ ἕτερα τὰ ὑποκείμενα ἐστίν, ἕτερα καὶ τὰ τῆς ψυχῆς εἶναι μέρη οἷς ταῦτα γνωρίζομεν.

ἕτερον δʼ ἔτι τὸ νοητὸν καὶ τὸ αἰσθητόν· ταῦτα δὲ ψυχῇ γνωρίζομεν· ἕτερον ἄῥ ἂν εἴη τὸ μόριον τὸ περὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά. τὸ δὲ βουλευτικὸν καὶ προαιρετικὸν περὶ τὰ αἰσθητὰ καὶ ἐν κινήσει καὶ ἀπλῶς ὅσα ἐν γενέσει τε καὶ φθορᾷ ἐστίν.

βουλευόμεθα γὰρ ὑπὲρ τούτων ἃ ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι προελομένοις, περὶ ἅ ἐστιν καὶ] βουλὴ καὶ προαίρεσις τοῦ πρᾶξαι ἢ μὴ πρᾶξαι· ταῦτα δʼ ἐστιν αἰσθητὰ καὶ ἐν κινήσει τοῦ μεταβάλλειν· ὥστε τὸ προαιρετικὸν μόριον τῆς ψυχῆς κατὰ τὸν λόγον τῶν αἰσθητῶν ἐστίν.

τούτων δὴ διωρισμένων, μετὰ ταῦτα λεκτέον ἂν εἴη, [*](12—33 ═ E. N. 1138b, 35—1139b, 14.) [*](14. ἔχον—15. μόριον Ald. Va., ἔχοντος μορίου Eb, ἔχον τὸ δʼ ἄλογον καὶ τοῦ λόγον ἔχοντος μορίου Π2Ρ2 15. ἔστω ci. Spengelius δὴ Π1Bk.Bu. 16. λόγον] ἐνλογον pr. Kb, ἔλλογον aut corr. aut rc. Kb, ἓν λόγον Π2Ρ2Va. || 18. ἐστὶ post 19. ἀλλήλων Π2Ρ2 || 19. χρῶμά τε ZAld., χρώμκτα c. c. Va. 20. καὶ] δὲ καὶ Π2 || 22. ὁμοίως] ὡαύτως Spamgelius 23. ἐπεὶ] εἰ? Susem., v. quae adnotabo ad v. 25 || δὴ Susem., δʼ Π2Ρ2 Ald., om. ZKbCvBk.Bu. || 24. δεῖ post εἷναι add. P2Ald. (fors. recte), c. c. om. C Va. || 25. δ’] γάρ, anisi 23. εἰ restituere praestat, Susem. || 27. καὶ προαιρετικὸν om. ZKbAld. Va. || 31. καὶ ante βονλὴ add. Π2, ἡ P || 33. τὸν αἰσθητὸν ZKbAld., τὰ αἰσθητὰ P || 34. δὲ MbP2 (de Pb dubius sam).)

48
ἐπειδὴ ὑπὲρ τἀληθοῦς ἐστιν ὁ λόγος καὶ τἀληθὲς ὡς ἔχει σκοπούμεθα, ἔστιν δʼ ἐπιστήμη φρόνησις νοῦς σοφία ὑπόληψις, περὶ τί δὴ ἕκαστον τούτων ἐστίν.

ἡ μὲν οὖν ἐπιστήμη ἐστὶ περὶ ἐπιστητόν, καὶ τοῦτο μετʼ ἀποδείξεως καὶ λόγου [*](1197a) διατεινόμενον, ἡ δὲ φρόνησις περὶ τὰ πρακτά, ἐν οἷς αἵρεσις καὶ φυγὴ καὶ ἐφʼ ἡμῖν ἐστιν πρᾶξαι καὶ μὴ πρᾶξαι.

ἔστιν δὴ τῶν ποιουμένων καὶ πραττομένων οὐ ταὐτὸ τὸ ποιητικὸν καὶ πρακτικόν. τῶν μὲν γὰρ ποιητικῶν ἐστί τι παρὰ τὴν ποίησιν ἄλλο τέλος, οἷον παρὰ τὴν οἰκοδομικήν, ἐπειδή ἐστιν ποιητικὴ σἰκίας, οἰκία αὐτῆς τὸ τέλος παρὰ τὴν ποίησιν, ὁμοίως ἐπὶ τεκτονικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν·