Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐπεὶ οὖν τὸ μὴ [*](1195a, 8–b, 4═E. N. 1135a, 9–1136a, 9+1111b, 25 sq. 1113b, 30 sqq. cf. Ramsauer p. 47—49.) [*](39. ἀριστερὰ alterum ante οὖσα Ald., om. pr. Kb (suppl. rc.) || 1195a, 1. μηδʼ εἰ Scaliger || μεταβάλλει KbCv, μεταβάλλοι Π2P2 Ald. || 2. φύσει ante δίκαιον Ald., om. Mb || 8. οὕτως Pb, οὐ Kb, om. Ald. Va. || ταυτό KbPbP2, ταυτὸ Ald. || 9. νόμῳ] τῶ νόμῳ Ald. (fors. recte) || 10. τὸ τὴν PbP2, τὴν KbMbAld., τὸ Bk. Bu. || 11. ἤδη om. Π2 || 17. οὗτος Ald. Va. et rc. Kb, οὕτως—19. ἕνεκα om. P2 || 18. ὁ ante ἄδικος om. Π2 || 19. τούτων post εἰδὼς Π2 || 21. ἀποκτενεῖν P2 Ald., ἀποκτενεῖν Π2Cv || 22. τι Pb P2 Va.)

43
ἀδικεῖν τὰ ἄδικα πράττοντα ἐν τῷ ἀγνοεῖν ἐστι τοῦτο, ὃ καὶ μικρὸν ἐπάνω ἐλέγετο, ὅταν μὴ εἰδὼς μήθʼ ὃν βλάπτει μήθʼ μηθ’ οὗ ἕνεκεν· ἀλλʼ ἤδη καὶ τὴν ἄγνοιαν διοριστέον ἐστίν, πῶς ἂν γινομένης τῆς ἀγνοίας, ὃν βλόωττει, οὐκ ἀδικήσει. ἔστω δὴ οὗτος ὁ διορισμός.

ὅταν μὲν γὰρ ἡ ἄγνοια αἰτία τοῦ πρᾶξαί τι, οὐχ ἑκὼν τοῦτο πράττει, ὥστε οὐκ ἀδικεῖ ὅταν δὲ τῆς ἀγνοίας αὐτὸς ᾖ αἴτιος, καὶ πράττῃ τι κατὰ τὴν ἄγνοιαν ἧς αὐτὸς αἴτιος ἐστίν, οὗτος ἤδη ἀδικεῖ, καὶ δικαίως ἄδικος ὁ τοιοῦτος κληθήσεται. οἷον ἐπὶ τῶν μεθυόντων. οἱ γὰρ μεθύοντες καὶ πράξαντές τι κακὸν ἀδικοῦσιν· τῆς γὰρ ἀγνοίας αὐτοί εἰσιν αἴτιοι· ἐξῆν γὰρ αὐτοῖς μὴ πίνειν τοσοῦτον, ὥστʼ ἀγνοήσαντας τύπτειν τὸν πατέρα.

ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων ἀγνοιῶν ὅσαι μὲν γίνονται διʼ αὐτούς, οἱ κατὰ ταύτας ἀδικοῦντες ἄδικοι· ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλʼ ἡ ἄγνοια κἀκείνοις ἐφτὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι. ἔστιν δʼ ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα τοὺς πατέρας τύπτουσιν, ἀλλʼ ἡ ἐν τούτοις ἄγνοια φυσικὴ [*](1195b) οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι ἄδικα· ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δʼ ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδʼ ἄδικα λέγονται.

ὑπὲρ δὲ δὴ τοῦ ἀδικεῖδθαι πῶς; πότερον ἑκόντα ἔστιν ἀδικεῖσθαις ἢ οὔ; δίκαια μὲν. γὰρ καὶ ἄδικα πράττομεν ἑκόντες, ἀδικούμεθα δὲ οὐκέτι ἑκόντες· τὸ γὰρ κολάζεσθαι φεύγομεν, ὥστε δῆλον ὅτι οὐκ ἂν ἀδικοίμεθα ἑκόντες. οὐδεὶς γὰρ ἑκὼν βλάπτεσθαι ὑπομένει· τὸ γὰρ ἀδικεῖσθαι βλάπτεσθαι ἐστίν.

ναί, ἀλλʼ [*](1195 b, 5—34 ═ E. N. 1136a, 10—b, 12. cf. Ramsauer p. 19. et rc. Kb, τοι Ald. et pr. Kb, om. Mb || οὐθένα] οὔ Spengelius, οὐθὲν P2 || ἐπεὶ II Va., ὥστε II2 Bk Bu. (speciosius quam verius) || 25. μήθʼ Bk., μηδʼ (μὴ δʼ Κb P ΠAld. || καὶ II2 Va., om. 29. τι II1 Va., om. || 31. ἄδικος ci. Victorius, αἴτιος ΙΙ1 Va Bk.Bu. et post ὁ τοιοῦτος Π 33. αὐτοί] αὑτοῖς pr. Κb, αὐποὶ αὑτοῖς Va. et rc. Kb, αὐτοῖς P2, αὐτῆς Ald. || πιεῖν Π 34. καὶ add. P2 Ald., c. c. om. Bk.Bu. || 35. κατʼ αὐτὰς II2 Ald. 37. τοῦ] τοῦτο Π || 1195 b, 4. οὐδʼ] οὐκ Μb Ald. || 5. δὴ supra versum P (fort. rc.), om. Ald.)

44
εἰσί τινες οἳ δέον αὐτοὺς τὸ ἴσον ἔχειν παραχωροῦσι τισίν, ὥστε εἰ τὸ ἴσον ἔχειν ἦν δίκαιον, τὸ δʼ ἔλαττον ἔχειν ἀδικεῖσθαι ἐστίν, ἔλαττον δὲ ἑκὼν ἔχει, ἑκὼν ἄρα, φησίν, ἀδικεῖπται. ἀλλʼ ἐντεῦθεν δῆλον πάλιν ὅτι οὐχ ἑκών. πάντες γὰρ οἱ ἔλαττον λαμβάνοντες ἀντικαταλλάττονται ἢ τιμὴν ἢ ἔπαινον ἢ δόξαν ἢ φιλίαν ἢ ἄλλο τι τῶν τοιούτων· ὁ δʼ ἀντικαταλλαττόμενός τι ἀνθʼ οὗ προΐεται, οὐκέτι ἀδικεῖται· εἰ δὲ μὴ ἀδικεῖται, οὐδὲ ἑκὼν ἄρα.

ἔτι πάλιν οἱ τὸ ἔλαττον λαμβάνοντες καὶ ἀδικούμενοι, οὐκ ἴσον λαμβάνουσιν, οὗτοι καλλωπίζονται καὶ σεμνύνονται ἐπὶ τῶν τοιούτων, ὅτι φασὶν ῾῾ ἐξόν μοι ἴσον λαμβάνειν οὐκ ἐλάμβανον, ἀλλὰ παρῆκα τῷ πρεσβυτέρῳ ἢ τῷ φίλῳʼ᾿. ἀδικούμενος δέ γε οὐδεὶς σεμνύνεται. εἰ δʼ ἐπὶ τοῖς ἀδικήμασι μὴ σεμνύνονται, ἐπὶ δὲ τούτοις σεμνύνονται, ὅλως οὐκ ἂν ἀδικοῖντο οὕτως ἐλατττούμενοι. εἰ δὲ μὴ ἀδικοῦνται, οὐδʼ ἂν ἑκόντες ἀδικοῖντο.

— πρὸς δὲ ταῦτα καὶ τοῖς τοιούτοις λόγοις ὁ ἐπὶ τοῦ ἀκρατοῦς λόγος ἐναντιοῦται· ὁ γὰρ ἀκρατὴς βλάπτει αὐτὸς αὑτὸν τὰ φαῦλα πράττων, καὶ ἑκών γε ταῦτα πράττει, βλάπτει ἄρα αὐτὸς αὑτὸν εἰδώς, ὥστε ἑκὼν αὐτὸς ὑφʼ αὑτοῦ ἀδικεῖται. ἀλλʼ ἐνταῦθα [ὁ] διορισμὸς προστεθεὶς κωλύσει τὸν λόγον τοῦτον. ἔστιν δὲ ὁ διορισμὸς οὗτος, τὸ μηδένα βούλεσθαι ἀδικεῖσθαι. ὁ δέ γε ἀκρατὴς βουλόμενος πράττει τὰ κατὰ τὴν ἀκρασίαν, ὥστε αὐτὸς αὐτὸν ἀδικεῖ βούλεται ἄρα τὰ φαῦλα πράττειν αὑτῷ. ἀλλʼ οὐδεὶς βούλεται ἀδικεῖσθαι· ὥστʼ οὐδὲ ὁ ἀκρατὴς αὐτὸς αὑτὸν ἑκὼν 〈ἂν〉 ἀδικοίη.

ἀλλ' ἴσως ἐνταῦθα πάλιν ἀπορήσειεν ἄν τις, ἆρά γε [*](35—1196a, 33 E. N. 1138a, 4—b, 13.) [*](10. αὐτοῖς Π || 11. δʼ om. Π || 13. πάλιν δῆλον Ald., δῆλον πάλιν οὖν Cv || 15. ἄλλο post τι II2 P2 || 16. τι ἀνθʼ II1 Va., ταῦθʼ 17. οὐδὲ ἑκὼν ἄρα add. Kb Va. 19. τοῖς τοιούτοις Mb Bk. Bu. (fors. recte) || 25. δὲ Susem., δὴ Π et editiones || τοὺς τοιούτους λόγους ΠBk.Bu. || 26. ἑαυτὸν Π2 P ||29. ὁ secl.Rieckher Susem. κωλύσει Kb Ald.va., κωλύει II2 P || 34. ἂν add. Spengelius Susem.)

45
ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν; ἐκ μὲν δὴ τοῦ ἀκρατοῦς σκοπουμένῳ ἔοικεν ἐνδέχεσθαι. καὶ πάλιν οὕτως. εἰ γὰρ ἃ ὁ νόμος πράττειν τάττει, ταῦτά ἐστιν δίκαια, ὁ μὴ πράττων ταῦτα ἀδικεῖ καὶ εἰ πρὸς ὃν κελεύει πράττειν, πρὸς τοῦτον [*](1196a) εἰ μὴ πράττει, τοῦτον ἀδικεῖ, ὁ δὲ νόμος κελεύει σώφρονα εἶναι, οὐσίαν κεκτῆσθαι, σώματος ἐπιμελεῖσθαι, καὶ τἆλλο τὰ τοιαῦτα,· ὁ ἄρα ταῦτα μὴ πράττων ἀδικεῖ αὑτόν. εἰς οὐθένα γὰρ ἄλλον τῶν τοιούτων ἀδικημάτων ἡ ἀναφορὰ ἐστίν.

— ἀλλὰ μή ποτε ταῦτα οὐκ ἀληθῆ ἦν, οὐδʼ ἐνδέχεται αὐτὸν ἀδικεῖν αὑτόν. τὸν γὰρ αὐτὸν οὐκ ἐνδέχεται κατὰ τὸν .αὐτὸν χρόνον πλεῖον ἔχειν καὶ ἔλαττον, οὐδʼ ἑκόντα ἅμα καὶ ἄκοντα· ἀλλὰ μὴν ὁ ἀδικῶν, ᾗ ἀδικεῖ, πλεῖον ἔχει, ὁ δʼ ἀδικούμενος, ᾗ ἀδικεῖται, ἔλαττον. εἰ ἄρα αὐτὸς αὑτὸν ἀδικεῖ, ἐνδέχεται τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον καὶ πλεῖον ἔχειν καὶ ἔλαττον. ἀλλὰ τοῦτʼ ἀδύνατον· οὐκ ἄρα ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.

— ἔτι ὁ μὲν ἀδικῶν ἑκὼν ἀδικεῖ, ὁ δὲ ἀδικούμενος ἄκων ἀδικεῖται, ὥστε εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν, ἐνδέχοιτʼ ἂν ἅμα καὶ ἀκουσίως καὶ ἑκουσίως πράττειν τι· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα οὐδʼ οὕτως ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.

— ἔτι εἴ τις λαμβάνοι ἐκ τῶν κατὰ μέρος ἀδικημάτων. ἀδικοῦσι γὰρ πάντες ἤτοι παρακαταθήκην ἀποστεροῦντες ἢ μοιχεύοντες ἢ κλέπτοντες τι ἄλλο τῶν κατὰ μέρος ἀδικημάτων ποιοῦντες· οὐδεὶς δὲ πώποτε αὐτὸς αὑτὸν παρακαταθήκην ἀπεστέρησεν, οὐδʼ ἐμοίχευσεν τὴν ἑαυτοῦ γυναῖκα, οὐδʼ ἔκλεψεν αὐτὸς τὰ ἑαυτοῦ ὥστε εἰ τὸ μὲν ἀδικεῖν ἐν τοῖς τοιούτοις ἐστίν, τούτων δὲ μηθὲν ἐνδέχεται πρὸς αὐτὸν ποιεῖν, οὐκ ἂν ἐνδέχοιτο αὑτὸν ἀδικεῖν.