Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἐπὶ δὲ τῶν πρακτικῶν οὐκ ἔστιν ἄλλο οὐθὲν τέλος παῥ αὐτὴν τὴν πρᾶξιν, οἷον παρὰ τὸ κιθαρίζειν οὐκ ἔστιν ἄλλο τέλος οὐθέν, ἀλλʼ αὐτὸ τοῦτο τέλος, ἡ ἐνέργεια καὶ ἡ πρᾶξις. περὶ μὲν οὖν τὴν πρᾶξιν καὶ τὰ πρακτὰ ἡ φρόνησις, περὶ δὲ τὴν ποίησιν καὶ τὰ ποιητὰ ἡ τέχνη· ἐν γὰρ τοῖς ποιητοῖς μᾶλλον ἢ ἐν τοῖς πρακτοῖς ἐστι τὸ τεχνάζειν.

ὥστε ἡ φρόνησις ἂν εἴη ἕξις τις προαιρετικὴ καὶ πρακτικὴ τῶν ἐφʼ ἡμῖν ὄντων καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, ὅσα εἰς τὸ συμφέρον ἤδη συντείνει.

ἔστιν δʼ ἡ φρόνησις ἀρετή, ὡς δόξειεν ἄν, οὐκ ἐπιστήμη. ἐπαινετοὶ γάρ εἰσιν οί φρόνιμοι, ὁ δʼ ἔπαινος ἀρετῆς· ἔτι δʼ ἐπιστήμης μὲν πάσης ἀρετὴ ἐστίν, φρονήσεως δὲ ἀρετὴ οὐκ ἔστιν, ἀλλʼ ὡς ἔοικεν, αὐτό τί ἐστιν [*](34—37 ═ E. N. 1139b, 14—17, at difert de ὑπολήψει, cf. Spengel. p. 446 sq. lrendelenbmuη. p. 433 sq. ═ 37—1197a, 1 E. N. 1139b, 180—36 || 1197a, 1—3 ═ E. N. 1140a, 1—b, 30. cf. 1094a, 3—6. E.E. 1219a, 13—17 || 13—20 E. N. 1140a, 24—b, 30.) [*](35. τἀληθοῦς Spengelius, 〈τοῦ〉ἀληθοῦς coniecerat Rieckher, ἀληθοῦς ΠAld.Bk.Bu. || 1197a, 1. πρακτικά MbCv || 3. δὲ? Susem. || τὸ om. 4. τι] τὸ ZP2Ald., om. Π2 || 6. οἰκίας ποιητικὴ ZAld. || 11. οὖν om. Π2 || 12. ποιητικοῖς ZKbAld. || 13. ἐν τοῖς om. ZKb, ἐν om. Ald. || πρακτικοῖς KbCv, πρακτικαῖς Z (γρ. πρακτοῖς Vict.) || 15. καὶ μὴ πρᾶξαι ὅσα om. ZKbAld.Va. || εἰς] εἰ KbPb || 16. δʼ ἡ corruptun esse censet Bas.3, δὴ Spengehus || 19. αὐτή τίς vel αὐτή ci. Spengelius. )

49
ἀρετή. ὁ δὲ νοῦς ἐστι περὶ τὰς ἀρχὰς τῶν νοητῶν καὶ τῶν ντων· ἡ μὲν γὰρ ἐπιστήμη τῶν μετʼ ἀποδείξεως ὄντων ἐστίν, αἱ δʼ ἀρχαὶ ἀναπόδεικτοι, ὥστʼ οὐκ ἂν εἴη περὶ τὰς ἀρχὰς ἡ ἐπιστήμη, ἀλλʼ ὁ νοῦς.

ἡ δὲ σοφία ἐστὶν ἐξ ἐπιστήμης καὶ νσῦ συγκειμένη. ἔστιν γὰρ ἡ σοφία καὶ περὶ τὰς ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν ἤδη δεικνύμενα, περὶ ἂ ἡ ἐπιστήμη· μὲν οὖν περὶ τὰς ἀρχάς, τοῦ νοῦ αὐτὴ μετέχει, ῇ δὲ περὶ τὰ μετὰ τὰς ἀρχὰς μετ᾿ ἀποδείξεως ὄντα, τῆς ἐπιστήμης μετέχει· ὥστε δῆλον ὅτι ἡ σοφία ἐστὶν ἔκ τε νοῦ καὶ ἐπισπτήμης συγκειμένη, ὥστʼ εἴη ἂν περὶ ταὐτά, περὶ ἃ καὶ ὁ νοῦς καὶ ἡ ἐπιστήμη.

ἡ δὲ ὑπόληψίς ἐστιν, ὑπὲρ ἀπάντων ἐπαμφοτερίζομεν, πρὸς τὸ καὶ εἶναι ταῦτα οὕτω καὶ μὴ εἶναι.

πότερον δʼ ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία ταὐτόν; ἢ οὔ; ἡ μὲν γὰρ σοφία ἐστὶν περὶ τὰ μετʼ ἀποδείξεως καὶ ἀεὶ ὡσαύτως ὄντα, ἡ δὲ φρόνησις οὐ περὶ ταῦτα, ἀλλὰ περὶ τὰ ἐν μεταβολ ὄντα. λέγω δὲ οἷον εὐθὺ μὲν ἢ καμπύλον καὶ κοῖλον καὶ τὰ τοιαῦτώ ἐστιν ἀεὶ τοιαῦτα, τὰ δὲ συμφέροντα οὐκέτι οὕτως ἔχουσιν τὸ μὴ εἰς ἄλλο τι μεταβάλλειν, ἀλλὰ μεταβάλλουσιν, καὶ νῦν μὲν συμφέρει τοῦτο, αὔριον δʼ οὔ, καὶ τῷ μέν, τῷ δʼ οὔ, καὶ οὕτω μὲν συμφέρει, ἐκείνως δὲ οὐ συμφέρει. περὶ δὲ τὰ συμφέροντά ἐστιν ἡ 1197b φρόνησις, ἡ δὲ σοφία οὔ. ἕτερον ἄρα ἡ σοφία καὶ ἡ φρόνησις.

πότερον δʼ ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ; διὰ τοῦτο δῆλον ἂν γένοιτο, ὅτι ἐπτὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως. [*](20—23 ═ E. N. 1140b, 31—1141a, 8 || 23—30 ═ E. N. 1141a, 9—20 32—1197 b, 10 ═ E. N. 1141a, 21—b, 14.) [*](23. ἀλλʼ ὁ] ἀλλὰ ZDbAld. || 26. αὐτὴ Π2Va., αυτη pr. Kb, αὕτη ΖP2 Ald. et rc. K 28. τε om. Π || 29. ταὐτά Spengelius (cf. 1199b, 34), ταῦτα ΠVa. editiones || 36. ἐστιν ἀεὶ corr. (fort. ipsius librari) Mb, ἔστιν P2Va., ἐστὶν ἢ Π2, ἐστὶν ἃ Ζ, ἐστιν Ald. et pr. Kb, ἔστιν rc. Kb, ἐστὶ Bas.3, ἅ ἐστι mg. Gasaub., ἀεί ἐπτι Bk.Bu. 37. τὸ] τῶ Π2P2Va. || ἄλλο τι] ἄλληλα Π1Pb Va.Bk.Bu. (fors. recte), ἄλλα? Susem. || 1197b, 3. δῆλον post 4. ἂν Π2 Bk.Bu.)

50
εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμφέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.

καὶ ἡ φρόνησις, περὶ τὰ πρακτά. ὁ γὰρ συνετός που λέγεται τῷ δυνατὸς βουλεύεσθαι 〈εἶναι〉 καὶ ἐν τῷ ὀρθῶς τι κρῖναι καὶ ἰδεῖν· περὶ μικρῶν δὲ καὶ ἐν μικροῖς ἡ κρίσις αὐτοῦ. ἔστιν οὖν ἡ σύνεσις καὶ ὁ συνετὸς μέρος τι φρονήσεως καὶ τοῦ φρονίμου, καὶ οὐκ ἄνευ τούτων· οὐ γὰρ ἂν χωρίσαις τὸν συνετὸν τοῦ φρονίμου.

γὰρ δεινότης καὶ ὁ δεινὸς οὐκ ἔστι μὲν οὔτε φρόνησις οὔτε φρόνιμος, ὁ μέντοι φρόνιμος δεινός, διὸ καὶ συνεργεῖ πως τῇ φρονήσει ἡ δεινότης·

ἀλλὰ δεινὸς μὲν καὶ ὁ φαῦλος λέγεται, οἷον Μέντωρ δεινὸς μὲν ἐδόκει εἶναι, ἀλλʼ οὐ φρόνιμος ἦν. τοῦ γὰρ φρονίμου καὶ τῆς 'φρονήσεώς ἐστι τὸ τῶν βελτίστων ἐφίεσθαι καὶ τούτων προαιρετικὸν εἶναι καὶ πρακτικὸν ἀεί, τῆς δὲ δεινότητος καὶ τοῦ δεινοῦ σκέψασθαι ἐκ τίνων ἂν ἕκαστον γένοιτο τῶν πρακτῶν, καὶ τὸ ταῦτα πορίσαι.

δόξειεν ἂν οὖν εἶναι ὁ δεινὸς ἐν τοῖς τοιούτοις τε καὶ περὶ ταῦτα·

ἀπορήσειε δʼ ἄν τις καὶ θαυμάσειε, διὰ τί ὑπὲρ ἠθῶν λέγοντες καὶ πολιτικῆς τινος πραγματείας ὑπὲρ σοφίας λέγομεν. ὅτι ἴσως γὲ πρῶτον μὲν οὐδʼ ἀλλοτρία δόξειεν ἂν εἶναι ἡ [*](1197b, 11—17 ═ E. N. 1142b, 34—1143a, 18 (at recedit ab Aistotele) ||18—26 E. N. 1144a, 23—b, 1.) [*](7. χείρω γὰρ Π1Va., χεῖρόν Π2 || 11. ἢ] καὶ? Susem. || δʼ ἡ] δὴ Spengelius, δὴ ἡ? Susem. || 13. εἷναι add. Spengelius Susem. || 14. κρίναι Π1 || μικρὸν ZAlld. || δὲ Rieckher, τε ΠAld. Bh.Bu. 26. γίνοιτο Susem. || πρακτικῶν (sici) Mb, πρακτικῶν Cv et pr. Kb (crx. rc.) || πορίσασθαι ZAld. || 27. τοιούτοις 28. ταῦτα] τούτοις—τοιαῦτα aut τοιούτοις—τοιαῦτα ci. Spengelius. )

51
σκέψις ἡ ὑπὲρ αὐτῆς, εἴπερ ἐστὶν ἀρετή, ὡς φαμέν. ἔτι δʼ ἴσως ἐστὶν φιλοσόφου καὶ περὶ τούτων παρεπισκοπεῖν ὅσα ἐν τῷ αὐτῷ τυγχάνουσιν ὄντα.