Res Publica Atheniensium

Aristotle

Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.

XIII. τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς αἰτίας. [*](1) Σόλωνος δ᾿ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τεταραγμένης, ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα διὰ τὴν στ[άσ]ιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν ἀναρχίαν ἐποίησαν. μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας [*](2) αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς. εἶτ᾿ ἔδοξ[εν] αὐτοῖς διὰ τὸ στασιάζειν ἄρχοντας ἐλέσθαι δέκα, [*](2 ηθελον B, Arist.; η .. λαν L, ut vid. 3 ὅ τοῖς B, Arist.; αυτοις L ἃ τοισιν Arist. : αυτοισιν L 4 οὕτεροι] ἁτέροις Arist. φρασαίατο] δρᾶσαι διά Arist. 5 εχει[ρωθη] B, quod hic desinit 7 πολλαῖσιν] ita L, ut credo; πολληισιν Wn., K-W, Bl. ἐστράφην Arist.: ετραφην (aut εγρ-) L 9 διαφραδην L, corr. Kontos, al. 10 ουποτε L 16 πυαρ L, πῖαρ Plut.) [*](19 ταυτ(ην) τ(η)ν L*, corr. L1 22 κατέστησαν] hic incipit frag. Berol. I b δια (post πέμπτῳ) B διὰ ταύτην τὴv, ut vid.), om. L 23 αναρχιαν] αρχαιαν L, corr. Campbell, cett. 28. 24 Δαμασιας Β, Δ[.]μα[. . . . ] L 24 εξηλασθη BL) [*](2 Aristid. I. c. 140 p. 186,15 K: εἶτα τί φησιν ὁ Σόλων; “εἰ γὰρ ἤθελον | ἅ τοῖς ἐναντίοισιν ἥνδανεν τότε | αὖθις δ᾿ ἃ τοῖσιν ἁτέροις δρᾶσαι διὰ | πολλῶν ἂν ἀνδρῶν ἥδ᾿ ἐχειρώθη πόλις. | τῶν οὕνεκ᾿ ἀρχὴν πάντοθεν κυκεύμενος | ὡς ἐν κυαὶν πολλαῖσιν ἐστράφην λύκος.” ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφ᾿ αὑτῶι φρονεῖ. ηγεῖτο γάρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῶι ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα.) [*](15 Plut. Sol. 16 καίτοι φησίν, ὡς τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν, “οὔτ᾿ ἂν κατέσχε δῆμον οὔτ᾿ ἐπαύσατο | πρὶν ἂν ταράξας πῖαρ ἐξέλῃ γάλα.”) [*](17 Aristid. II 360 Di. (de Solone) ἔστη δ᾿ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα. (cf. test. 11,27))

15
πέντε μὲν εὐπατριδῶ, τρεῖς δὲ ἀ[γ]ροίκων, δύο δὲ δημιουργῶν, καἱ οὗτοι [*](p.5) τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν. ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ό ἄρχων· φαίνονται γὰρ αἰεὶ στασιάζοντες περὶ τῆς τῆς ἀρχῆς. ὅλως δὲ διετέλουν νοσοῦντες τὰ πρὸς ἑαυτούς, οἳ μὲν ἀρχὴν καὶ πρόφασιν [*](3) ἔχοντες τὴν τῶν χρεῶν ἀποκοπήν (συνεβεβήκει γὰρ αὐτοῖς πένησιν), οἳ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ [τὴν] πρὸς ἀλλήλους φιλονικίαν. ἦσαν δ᾿ αἱ στάσεις [*](4) τρεῖς· μία μὲν τῶν παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πότεόαμ· ἄλλη δὲ τῶν πεδιακῶν, οἳ τὴν ὀλιγαρχίαν ἐζήτουν, ἡγεῖτο δ᾿ αὐτῶν Λυκοῦργος· τρίτη δ᾿ ἡ τῶν διακρίων, ἐφ᾿ ᾗ τεταγμένος ἦν Πεισίστρατος, δημοτι[κ]ώτατος εἶναι δοκῶν. προσεκεκόσμηντο δὲ τούτοις οἵ τε ἀφ[ῃ]ρημένοι τὰ χρέα διὰ τὴν ἀπορ[ί]αν [*](5) καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸv φόβον· σημεῖον δ᾿, ὅτι μετὰ τὴν [τῶν] τυράννων κατάλυσιν ἐποίησαν διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς πολιτείας οὐ προσῆκον. εἶχον δὲ ἕκαστοι τὰς ἐπωνυμίας ἀπὸ τῶν τόπων έν οἷς ἐγεώργουν.

XIV. δημοτικώτατος δ᾿ εἶναι δοκῶν ό Πεισιστρατος καὶ σφόδρ᾿ [*](1) εὐδοκιμηκὼς ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ, κατατραυματίσας ἑαυτὸν συνέπεισε τὸν δῆμον, ὡς ὑπὸ τῶν ἀντιστασιωτῶν ταῦτα πεπονθώς, φυλακὴν ἑαυτῷ δοῦναι τοῦ σώματος, Ἀριστίωνος γράψαντος τὴν γνώμην. λαβὼν δὲ τοὺς κορθνηφόρους καλουμένους, ἐπαναστὰς μετὰ τούτων τῷ δήμῳ κατέσχε τὴν α'κρόπολιν ἔτει δευτέρῳ καὶ τριακοστῷ μετὰ τὴν τῶν νόμων [*](1 πεντε] ita etiara B τε, non ας, ut antea lectum est) μεν om. L*, suprascr. L1 αποικων B, αγp. L, ut vid., et cf. testira. 2. 3 εἶχεν δύναμιν] δυναμιν ειχεν B 3 αἰεὶ] αει B 4 νοσοῦντες om. B 7 δὲ] μεν B την B, ut vid. cpiXovetxtav B δεαι B 9 αλλοι L*, η suprascr. L1) [*](12 χρέα] hic desinit B 14 δ(ια)φημισμο(ν) L 20 Ἀρίστωνος Plut.) [*](7 Hesych. ἀγροιῶται: ἄγροικοι. καὶ γένος Ἀθήνησιν, οἳ ἀντιδιέστελλον πρὸς τοὺς Εὐπατρίδας. ἦν δὲ καὶ τὸ τῶν γεωργῶν καὶ τρίτον τὸ τῶν δημιουργῶν.) [*](10 Schol. Ar. Vesp. 1218 (V) κατὰ τοὺς Σόλωνος νόμους τρεῖς ἦσαν αἱ τάξεις, μία μὲν τῶν παραλίων (ἐν τῷ παραλίῳ V, corr. Portus), ὦν προειστήκει Μεγακλῆς, δὲ τῶν πεδιέων, ὧν προειστήκει Λυκοῦργος, τρίτη δὲ τῶν διακρίων διακριέων V, corr. Dindorf), ὧν (προεστήκει προεστήκει V semper; corr. Dindorf) Πεισίστρατος.) [*](18 Herod. I 59 (Πεισίστρατος) τρωματίσας ἑωυτόν τε τε καὶ ἡμιόνους ἤλασε ἐς τὸ ζεῦγος, ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς, οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν· ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ, Νίσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα. ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους, οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου, κορυνηφόροι δέ· ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθε. συνεπαναστάτες δὲ οὖτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν.) [*](ex narratiunculis quae sat multae de his rebus circumferuntur, possunt ex Aristotele aliqua ratione sumpta esse, quae Aelianus scribit v. h. VIII 16 Σόλων ὁ Ἐξηκεστίδου γέρων ἤδη ὢν ὑπώπτευε Πεισίστρατον τυραννίδι ἐπιθήσεσθαι, ἡνίκα παρῆλθεν ἐς τὴν ἐκκλησίαν τῶν Ἀθηναίων καὶ ᾔτει φρπθρὰν ὁ Πεισίστρατος. ὁρῶν δὲ τοὺς Ἀθηναίους τῶν μὲν αὐτοῦ λόγων ῥᾳθύμως ἀκούοντας προσέχοντας δὲ τῷ Πεισιστράτῳ ἔφη ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερε ὁπόσοι μὲν μὴ γινώσκουσιν ὅτι φυλακὴν λαβὼν περὶ τὸ σῶμα τύραννος ἔσται, ἀλλὰ τούτων μέν ἐστι σοφώτερ4ος· ὁπόσοι δὲ γινώσκοντες ὑποσιωπῶσι, τοὺτων ἀνδρειότερός εστιν. ὁ δὲ λαβὼν τὴν δύναμιν, τύραννος ἧν. καθεζόμενος δὲ Σόλων πρὸ τῆς οὶκδίας τὴν ἀσπίδα καὶ τὸ δόρυ παραθέμενος ἔλεγεν ὅτι ἐξώπλισται καὶ βοηθεῖ τῇ πατρίδι ᾗ δύναται, στρατηγὸς μὲν διὰ τὴν ἡλικίαν, εὔνους δὲ διὰ τὴν γνώμην. ὅμως οὖν Πεισίστρατος, εἴτε αἰδοῖ τῇ πρὸς τὸν ἄνδρα καὶ τὴν σοφίαν αὐτοῦ εἴτε καὶ μνήμῃ τῶν ἐφ’ ἡλικίας — λέγεται γὰρ αὐτοῦ παιδικὰ γενέσθαι — οὐδέν γε ἔδρασε κακὸν Σόλωνα. dubitandum est de Sosicrate apud Laertium I 49 τοῦ δὴ λοιποῦ προσεῖχεν [B] αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελεν [B2] πρὸς αὐτοῦ, ὁ δ᾿ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος <adde τυραννησείοντα vel tale > τὸ ἐφ᾿ ἑαυτῷ διεκώλυσεν. ᾅξας γὰρ εἴς τινα ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· “ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων” . . . . (50) ἤδη δὲ αὐτοὐ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών “ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ” ἄπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον κτλ. ex iisdem consuta est Solonis epistula apud La. Diog. I 65. aut Aristotele non usus est aut Aristoteleis aliena immiscuit Plutarchus in Sol. 30 Ἀρίστωνος δὲ γράψαντος, ὅπως δοθῶσι πεντήκοντα κορυνηφόροι τῷ Πεισιστράτῳ φυλακὴ τοῦ σώματος, ἀντεῖπεν ὁ Σόλων ἀναστὰς καὶ πολλὰ διεξῆλθεν ὅμοια τούτοις οἷς διὰ τῶν ποιημάτων γέγραφεν· “εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός”. “ὑμῶν δ᾿ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δ᾿ ὑμῖν χαῦνος ἔνεστι νόος” ὁρῶν δὲ τοὺς μὲν πένητας ὡρμημένους χαρίζεσθαι τῷ Πεισιστράτῳ καὶ θορυβοῦντας, τοὺς δὲ πλουσίους ἀποδιδράσκοντας καὶ ἀποδειλιῶντας, ὅτι τῶν μέν ἐστι σοφώτερος, τῶν δὲ ἀνδρειότερος· σοφώτερος μὲν τῶν μὴ συνιέντων τὸ πραττόμενον, ἀνδρειότερος δὲ τῶν συνιέντων μέν, ἐνατιοῦσθαι δὲ τῇ τυραννίδι φοβουμένων. . . . . γενομένου δὲ τούτου καὶ τῆς πόλεως συνταραχθείσης ὁ μὲν Μεγακλῆς εὐθὺς ἔφυγε μετὰ τῶν Ἀλκμαιωνιδῶν, ὁ δὲ Σόλων ἤδη μὲν ἦν σφόδρα γέρων καὶ τοὺς βοηθοῦντας οὐκ εἶχεν, ὁμως δὲ προῆλθεν εἰς ἀγορὰν καὶ διελέχθη πρὸς τοὺς πολίτας, τὰ μὲν κακίζων τὴν ἀβουλίαν αὐτῶν καὶ μαλακίαν, τὰ δὲ παροξύνων ἔτι καὶ παρακαλῶν μὴ προέσθαι τὴν ἐλευθερίαν . . . . οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸν φόβον ἀπῆλθεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ λαβὼν τὰ ὅπλα καὶ πρὸ τῶν θυρῶν θέμενος εἰς τὸν στενωπόν “ἐμοὶ μὲν” εἶπεν “ὡς δυνατὸν ἦν βεβοήθηται τῇ πατρίδι καὶ τοῖς νόμοις”. Diod. IX 20,1 (Exc. Vat. p. 21) ὅτι Σόλων ὁ νομοθέτης παρελθὼν εἰς τὴν ἐκκλησίαν παρεκάλει τοὺς Ἀθηναίους καταλύειν τὸν τύραννον, πρὶν τελέως ἐσχυρὸν γενέσθαι. οὐδενὸς δὲ αὐτῷ προσέχοντος ἀναλαβὼν τὴν πανοπλίαν προῆλθεν εἰς τὴν ἀγορὰν γεγηρακὼς καὶ τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἔφησε καὶ λόγῳ καὶ ἔργῳ τῇ πατρίδι κινδυνευούσῃ βεβοηθηκέναι τὸ κατ᾿ αὐτὸν μέρος κτλ. ex Aristotele cogitari potest profectum esse eum qui hanc narratiunculam sibi finxit servatam a Plutarcho An seni sit gerenda respublica 21,5 (795 E) ὁ δὲ Σόλων τῆς Πεισιστράτου δημαγωγίας ὅτι τυραννίδος ἦν μηχάνημα φανερᾶς γενομένης μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει, “τῷ γήρᾳ” εἶπεν. cf. Diod. IX 20,14 Vogel.)

16
θέσιν ἐπὶ Κωμέου ἄρχοντος. λέγεται δὲ Σόλωνα, Πεισιστράτου τὴν [*](2) φυλακὴν αἰτοῦντος, ἀντιλέξαι καὶ εἰπεῖν ὅτι τῶν μὲν εἴη σοφώτερος, τῶν [*](p. 5) δ᾿ ἀνδορεεό[τε]ρος· ὅσοι μὲν γὰρ ἀγνοοῦσι Πεισίστρατον ἐπιτιθύμενον, [*](1 Πισιστρατου et alibi L (exc. 09 15,17. 20,4))
17
τυραν[νίδι], σοφώτερος εἷναι τούτων, ὅσι δ᾿ δἰδότες κατασιωπωσινότερος.[*](p.5) ἐπεὶ δὲ λέγων [οὐκ ἔ]πειθεν, ἐξαράμενος τὰ ὅπλα πρὸ τῶν θυρῶν αὐτὸς μὲν ἔφη βεβοηθηκέναι τῇ πατρίδι καθ᾿ ὅσον ἧν δυνατός (ἤδη γὰρ σφόδρα πρεσβύτης ἧν), ἀξιοῦν δὲ καὶ τοὺς ἄλλους ταὐτὸ τοῦτο ποιεῖν. Σόλων μὲν [οὗν ο]ὐδὲν ἤνυσεν τότε παρακαλῶν· Πεισίστρατος δὲ λαβὼν[*](3) τὴν ἀρχὴν διῴκει τὰ κοινὰ πολιτικῶς μᾶλλον ἢ τυραννικῶς. οὔπω δὲ τῆς ἀρχῆς ἐρριζωμένης ὁμοφρονήσαντες οἱ πεὶ τὸν Μεγακλέα καὶ τὸν Λυκοῦργον ἐξέβαλον αὐτὸν ἕκτῳ ἔτει μετὰ τὴν πρώτην κατάστασιν ἐφ᾿ Ἡγησίου ἄρχοντος.ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, [*](4) πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον ἐφ᾿ ᾦ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν, ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ᾿ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾖ ἄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ συνεισήγαγεν μετ᾿ αὐτοῦ· καὶ ὁ μὲν Πεισίστρατος ἐφ᾿ ἅρματος εἰσήλαυνε παραιβατούσης τῆς γυναικός, οἱ δ᾿ ἐν τῷ ἄστει προσχυνοῦντες ἐδέχοντο θαυμάζοντες.

XV. ἡ μὲν οὗν πρώτη κάθοδος ἐγένετο τοιαύτη. μετὰ δὲ ταῦτα ὡς [*](1) ἐξέπεσε τὸ δεύτερον ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, (οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆθεν), καὶ [*](2) πρῶτον μὲν συνῴκισε περὶ τὸν Θερμαῖον κόλπον χωρίον ὅ καλεῖται ῾Ραίκηλος, ἐκεῖθεν δὲ παρῆλθεν εἰς τοὺς περὶ Πάγγαιον τόπους. ὅθεν χρηματισάμενος ακὶ στρατιώτας μισθωσάμενος ἐλθὼν εἰς Ἐρέτριαν ἑνδεκάτῳ πάλιν ἔτει τό<τε> πρῶτον ἀνσῴσασθαι βίᾳ τὴν ἀρχὴν ἐπεχερει, συμπροθυμουμένων αὐτῷ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ Θηβαίων καὶ Λυγδάμιος τοῦ Ναξίου, ἔτι δὲ τῶν ἱππέων τῶν ἐχόντων ἐν Ἐρετρίᾳ τὴν πολιτείαν. | νικήσας δὲ τὴν ἐπὶ Παλληνίδι γάχην καὶ λαβὼν τὴν [π]όλιν καὶ παρελό- [*](p. 6) [*](1 κατασιωπωντες L 2 οὐκ ἔπειθεν Hicks, al. εξαιραμενος L 6 διωκει (fort. correctum) L 11 αρχαικως L*, ως suprascr. L1 13 φησιν] φ η L 14 κολυτου L*, τ alteram (et fortasse alteram λ) suprascr. L1 18 ὡς κτλ.structura et sententia corruptae 20 κατέσχεν] διακατεσχεν Bl., Wn. (K-W2), at non Δ habet L, sed signum (?) spatia vacua sub finibus versuum complenda in aliis codicibus papyrascies usitatum 21 συγγινεσθ(αι) L 22. 23 πακηδος L*, corr. L1) 25 τότε Bl., al.; το L ανασωσασθαι L 28 πόλιν Wn. (K-W3) recte it vid. [*](6 Herod. I 60 μετὰ δὲ οὐ πολλὸν χρόνον τωὐτὸ φρονήσαντες οἴτε τοῦ Μευακλέος στασιῶται καὶ οἱ τοῦ Λυκούργου ἐξελαύνουσί μιν. οὕτω μὲν Πεισίστρατος ἔσχε τὸ πρῶτον Ἀθήνας, καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐρριζωμένην ἔχων ἀπέβαλε ..... περιελαυνόμενος δὲ τῇ στάσει ὁ Μεγακλέης ἐπεκηρυκεύετο Πεισιστράτψ, εἰ βούλοιτό οἱ τὴν θυγατέρα ἕχειν γυναῖκα ἐπὶ τῇ τυραννίδ, κ. τ. λ. . . . ἐν τῷ δήμῳ Παιανιέϊ ἧν γυνὴ τῇ οὔνομα ἧν φύη, κ. τ. λ.) [*](28 Schol. Arist. Ach. 234 (R, Ald.) ὅ δὲ βούλεται εἴπεῖν, τοῦτό ἐστιν. ὁμοίως διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις ὡς πάλαι πρὸς Πεισίστρατον)

18
μενος τοῦ δήμου τὰ ὅπλα κατεῖχεν ἤδη τὴν τυραννίδα βεβαίως· καὶ Νάξον [*](3) ἑλὼν ἄρχοντα κατέστησε Λύγδαμιν. παρείλετο δὲ τοῦ δήμου τὰ ὅπλα τόνδε [*](4) τὸν τρόπον. ἐξοπλασίαν ἐν τῷ θησείῳ ποιησάμενος ἐκκλησιάζειν ἐπεχείρει, καὶ [χρόνον προσηγό]ρευεν μικρόν· οὐ φασκόντων δὲ κατακούειν αὐτοὺς προσαναβῆναι πρὸς τὸ πρόπυλον τῆς ἀκροπόλεως, ἵνα γεγωνῇ μᾶλλον. ἐν ᾧ δ᾿ ἐκεῖνος διέτριβε δημηγορῶν, ἀνελόντες οἱ ἐπὶ τούτῳ τεταγμένοι τ[ὰ ὅπ]λα καὶ [κατα]κλείσαντες εἰς τὰ πλησίον οἰκήματα τοῦ Θησείου ἐλθόντες πρὸς τὸν Πεισίστρατον. ὁ δὲ ἐπεὶ τὸν ἄλλον λόγον [*](5) ἐπετέλεσεν, εἶπε καὶ περὶ τῶν ὅπλων τὸ γεγονὸς ὡς οὐ χρὴ θαυμάζειν οὐδ᾿ ἀθυμεῖν, ἀλλ᾿ ἀπελθόντας ἐπὶ τῶν ἐδίων τῶν δὲ κοινῶν αὐ[τὸς] ἐπ[ι]μελήσεσθαι πάντων.

XVI. ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον [*](1) τὸν τρόπον καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ᾿ ὁ Πεισίστρατος, [*](2) ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς· ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀ[πό]ροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ᾿ ἐποίει [*](3) δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες μήτ᾿ ἐπιθυμῶσι μήτε σχολάζω[σι]ν ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ [*](4) συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους ἐξεργαζομένης τῆς χώρας· ἐπράττετο γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ [*](5) δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ [*](2 παρειλε L (non παρειλετο); hoc e coni. leg. Bl. propter rhythmos; est alibi mediae vocis, sed cf. p. 28,29 et p. 29,9 (ante corr.) 4 κ(αὶ) χρ(όνον) προσηγόρευεν] lectio valde incerta; litt. ultimae possunt etiam ασεν esse. δ᾿ ἔστεγεν Wn., quod non credo κατακουειν plane L; διακούειν Wn., (K - W3) 6 διετρειβε L ανεθοντες L*, θ del. L1 οἱ om. L*, suprascr. L1 τουτ(ων) L, Rutherford, τοῦτο K-W. sequitur littera Δ in L, deleta 7 κατακλείσαντες] κληισαντες L, sed cf. p. 23, L 30,8. et Meisterhans 3, pp. 36—38. παρακλῄσαντες Wn., συγ- ego antea 9 ὡς οὐ χρὴ] haec legit Wn., fortasse recte 10. 11 αὐτὸς ἐπι- Βl., al. 13 διωκει L*, ι superscr. L1 15 τοις bis scriptum L*, corr. L1 21 γινεσθαι L εξεργαζομενος L*, corr. L1 23 εξηει L) [*](2 cf. Polyaen. I 21,2 Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον, ὁ δὲ προῆλθε βουλόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακούσειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ᾿ ἐντείναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύλου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.)

19
ἄστυ παραμελῶσι τῶν ἔργων. τοιαύτης γάρ τινος ἐξόδου τῷ Πεισιστράτῳ [*](6) γιγνομένης συμβῆναί φασι τὰ περὶ τὸν ἐν τῷ [Ὑμ]ηττῷ γεωργοῦντα τὸ [*](p.6) κληθὲν ὕστερον χωρίον ἀτελές. ἰδὼν γάρ τινα παντελῶ[ς π]έτρας σκάπτοντα καὶ ἐργαζόμενον, διὰ τὸ θαυμάσαι τὸν παῖδα ἐκέλευσεν ἐρέσθαι τί γίγνεται ἐκ τοῦ χωρίου· ὅ δ᾿ ῾ὅσα κακὰ καὶ ὀδύναι᾿ ἔφη, ῾καὶ τούτων τῶν κακῶν καὶ τῶν ἐδυνῶν Πεισίστρατον δεῖ τὴν δεκάτην᾿. ὁ μὲν ἄνθρωπος ἀπεκρίνατο ἀγνοῶν, ὁ δὲ Πεισίστρατος ἡσθεὶς διὰ τὴν παρρησίαν καὶ τὴν φιλερ[γ]ίαν ἀτελῆ πάντων ἐποίησεν αὐτόν. οὐδὲν δὲ τὸ πλῆθος οὐδ᾿[*](7) ἐν τοῖς ἄλλοις παρ<ην>ώχλε[ι] κατὰ τὴν ἀρχήν, ἀλλ᾿ αἰεὶ παρεσκε[ύ]αζεν εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ πολλὰ κλέ[α ἐ]θρ[ύλλο]υν ὡς [ἡ] Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόν[ου] βίος εἴη· συνίβη γὰρ ἀρχήν. μέγιστον δὲ παντων ἧ[ν] τῶν ε[ἰρη]μένων τὸ δημοτικὸν εἷναι τῷ ἤθει καὶ [*](8) φιλάνθρωπον. ἔν τε γὰρ τοῖς ἄλλο[ις] ἐβ[ούλ]ετο πάντα διοικεῖν κατὰ τοὺς [*](9) ἀρ]χ[ῇ] καὶ [ὅ]τ᾿ ἐκπέσοι πάλιν άνελάμβανε ῥᾳδίως. ἐβούλοντο γὰρ καὶ τῶν γνωρίμων καὶ τῶν δημοτικῶν οἱ πολλοί· τοὺς μὲν γὰρ ταῖς ὁμιλίαις τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσ[ή]γετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς. ἧσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι [*](10) πρᾷοι κατ᾿ ἐκίνους τοῦς καιροὺς οἵ τ᾿ ἄλλοι καὶ δὴ καὶ ὁ μάλιστα καθήκων πρὸς τὴν τῆς τυρανννίδος <κατάστασιν>. νόμος γὰρ αὐτοῖς ἧν ὅδε· ῾θέσμια τάδε Ἀθηναίων ἐστὶ καὶ πάτρια· ἐάν τινες τυραννεῖν ἐπανιστῶνται [ἐπὶ τυραννίδι] ἢ συγκαθιστῇ τὴν τυραννίδα, ἄτιμον εἷναι καὶ αὐτὸν καὶ γένος᾿.

XVII. Πεισίστρατος μὲν οὗν ἐγκατεγήρασε τῇ ἀρχῇ καῖ ἀπέθανε [*](1) νοσήσας ἐπὶ θιλόνεω ἄρχοντος, ἀφ᾿ οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος ἔτη τριάκοντα καὶ τρία βιώσας, ἅ δ᾿ ἐν τῇ ἀρχῇ διέμεινεν ἑνὸς δέοντα εἴκοσι· ἔφευγε γὰρ τὰ λοιπά. διὸ καὶ φανερῶς ληροῦσιν <οἱ> φάσκοντες | [*](2) [*](2 post συμβῆναι habet π΄ (=προς) L*, corr. inter scribendum L1 τα aut τι L, vix το (Η-L, Bl., K-W) υμμητωι ut vid. L 4 εκελευεν L, corr. Fränkel 7 παρησιαν L 9 parhnqvxlei J. B. Mayor, al.; παρωχλει L 10 κλέα ἐθρύλλουν] lectio non certa, sed vestigiis satis apta 12 διαδεξαμένων Ε.Bruhn, recte ut vid. 13 ἧν τῶν εἰρημένων legit et suppl. Wn. 14 ἐβούλετο Bl., Wn. 17. 18 ἐν τῇἄρχῃ Bl., K-W, al. 18 ἀνελάμβανε Richards, K-W, al.; επελαμβανε L; ἀπελ- Wgse, al. 23 κατάστασιν om. L, suppl. dubitanter K-W 24 ἐστὶ καὶ] ita (/κ΄) L, ut vid.; καὶ solum leg. Bl. et Wn.; κατὰ τὰ Κ-W 26 ενκατεγηρασε L 29 εφυγεν L, ut vid., corr. J. B. Mayor, al. ληρουσι L; οἱ add. K-W H-L, al) [*](15 Arist. Pol. E 12. 1315b21 φασὶ καὶ Πεισίστρατον ὑπμεῖναί ποτε προσκληθέντα δίκην εἰς Ἄρειον πάγον.) [*](26 Arist. Pol. E 12. 1315b29 τρίτη δ᾿ ἡ τῶν Πεισιστρατιδῶν Ἀθήνησιν, οὐκ ἐγένετο δὲ συνεκής. δὶς γὰρ ἔφυγε Πεισίστρατος τυραννῶν, ὥστ᾿ ἐν ἔτεσι τριάκοντα καὶ τρισὶν ἑπτακαίδεκα ἔτη τούτων ἐτυράννευσεν, ὀκτωκαίδεκα δὲ οἱ παῖδες, ὥστε τὰ πάντα ἐγένετο ἔτη τριάκοντα καὶ πέντε.)

20
ἐρώμενον εἶναι Πεισίστρα[τον] Σόλωνος καὶ στρατηλεῖν ἐν τῷ πρὸς Μεγα- [*](p. 7) ρέας πολέμῳ περὶ Σαλαμῖνος· οὐ γὰρ ἐνδέχεται ταῖς ἡλικίαις, ἐὰν τις ἀναλογίζηται τὸν ἐκατέρου βίον· καὶ ἐφ᾿ οὖ ἀπέθανεν ἂρχοντος. τελευτὴσαντος [*](3) δὲ Πεισιστράτου κατεῖχον οἱ υἱεῖς τὴν ἀρχήν, προάγοντες τὰ πρά γματα αὐτὸν τρόπον. ἦσαν δὲ δὲ δύο μὲν ἐκ τῆς λαμετῆς, Ἱππίας καὶ “Ιππαρχος, δύο δ᾿ ἐκ τῆς᾿ Αργείας, Ἰοφῶν καὶ Ἠγησόστρατος, ῷ παρωνύμιον ἦν Θέτταλος. ἒγημεν γὰρ Πεισίστρατος ἐξ Ἄργους ἀνδρὸς Ἀργείου [*](4) θυγατέρα, ᾦ ἂνομα ἦν Γοργίλος, Τιμώνασσαν, ἣν πρότερον ἒσχεν γυναῖκα Ἀρχῖνος ὁ Ἀμπρακιώτης τῶν Κυψελιδῶν· ὃθεν καὶ ἡ πρὸς τοὺς Ἀργείους ἐνέστη φιλία, καὶ συνεμαχέσαντο χίλιοι τὴν ἐπὶ Παλληνίδι μάχην Ἡγησιστράτου κομόσαντος. γῆμαι δέ φασι τὴν Ἀργείαν οἱ μὲν ἐκπεσόντα τὸ πρῶτον, οἱ δὲ κατέχοντα τὴν ἀρχήν.

XVIII. ἦσαν κύριοι μὲν τῶν πραγμάτων διὰ τὰ ἀξιώματα καὶ διὰ τὰς ἡλικίας Ἵππρχος καὶ Ἰππίας, πρεσβύτερος δέ ὢν ὁ Ἱππίας καὶ τῇ φύσει πολιτικὸς καὶ ἒμφρων ἐπεστάτει τῆς ἀρχῆς. ὁ δὲ Ἵππαρχος παιδιώδης καὶ ἐρωτικὸς καὶ φιλόμουσος ἦν (καὶ τοὺς περὶ Ἀνακπέοντα καὶ καὶ τοὺς ἂλλους ποιητὰς οὖτος ὁ μεταπεμπόμενος), Θέτταλος δὲ νεώτερος [*](2) πολὺ καὶ τῷ βίῳ θρασὺς καὶ ὑβριστὴς, ἀφ᾿ οὖ καὶ συνέβη τὴν ἀρχὴν αὐτοῖς γενέσθαι πάντων τῶν κακῶν. ἐρασθεὶς γὰρ τοῦ Ἀρμοδίου καὶ διαμαρτὰωνω τῆς πρὸς αὐτὸν φιλίας οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ᾿ ἒν τε τοῖς ἂλλοις ἐνεσημαίνετο πιχρῶς καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὂντα, ὃθεν συνέβη παβοξυνθέντα τὸν Ἁρμόσιον καὶ τὸν Ἀρισογείτονα πράττειν τὴν πρᾶξιν μετεχοντων πολλῶν. ἢδη δὲ παρατηροῦντες ὲν ἀκροπόλει [*](3) τοῖς Παναθηναίοις Ἰππίαν (ἐτύγχανεν γὰρ οὖτος μὲν [δ]εχόμενος, Ιππαρχος ἀποστέλλων τὴν πομπὴν), ἰδόντες τινἀ τῶν κοινωνούντων τῆς πρά[ξ]εως φιλανθρώπως ἐντυγχάνοντα τῷ Ἱππίᾳ καὶ νομίσαντες μηνύειν, βουλύμενοί τι δρᾶσαι πρὸ τῆς συλλήψεως, καταβάντες καὶ προεξαναστάντες [*](2 σαλαμεινος L 4 προαγαγοντες L, corr. Bl., al. 8 ονομ (i. e. ὂνομα) L, ὂνομ᾿ Bl., K-W 13 με) τῶν] τ(ων) μ(εν) L, corr. BL, al.) [*](7 Plut. Cat. mai. 24 ταὺτην δὲ τὴν γνώμην πρότερον εὶπεῖν φασι Πεισίστρατον τὸν Ἀθηναίων τύραννον ἐπιλήμαντα τοῖς ἐνηλίκοις παισὶ τὴν Ἀργολίσα Τιμώνασσαν, ἐξ ἦς Ἰοφῶντα καὶ Θεσσαλὸν αὐτῷ λέγουσι γενέσθαι.) [*](24 sqq. Thuc. VI 56 ἦσαν δὲ οὐ πολλοὶ οἱ ξυνομωμοκότες, ἀσφαλείας ἒνεκα. ib. 57 καὶ ὠς ἐπῆλθεν ἡ ἐορτὴ, Ἰππίας μὲν ἒξω ἐν τῷ Κεραμεικῷ καλυμένῳ μετὰ τῶν δορυφόρων διεκοσμει, ὡς ἓκαστα ἐχρῆν τῆς πομπῆς προϊέναι. I 20 ὑποτοπήσαντες δέ τι ἐκείνη τῇ ἠμέρᾳ παρχρῆμα Ἀρμόδιος καὶ Ἀριστογείτων ἐκ τῶν ξυνειδότων σξίσιν Ἱππίᾳ μεμηνῦσθαι, τοῦ μὲν ἀπέσχοντο ὠς προειδότος, βουλομενοι δὲ πρὶν ξυλληφθῆναι δράσαντές τι καὶ κινδυνεῦσαι, τῷ Ἱππάρχῳ περιτυχόντες περὶ τὸ Λεωκόριον καλούμενον τὴν Παναθηναϊκὴν πομπὴν διακοσμοῦντι ἀπέκτειναν. VI 57 τὸν λυπήσαντα οὖν σφᾶς, καὶ δι' ὂνπερ πάντα ἐκινδύνευον, ἐβούλοντο πρότερον, εἰ δύναιντο, προτιμωρήσασθαι, καὶ ὣσπερ εἶχον ὣρμησαν εἲσω τῶν πυλῶν, καὶ περιέτυχον τῷ Ἱππάρχῳ παρὰ τὸ Λεωκόριον καλούμενον, εὐθὺς δ᾿ . . . ἒτυπτον καὶ ἁποκτείνουσιν αὐτόν. ib. 58 ἀλλελθέντος δὲ Ἰππίᾳ ἐς τὸν Κεραμεικὸν . . ἐπὶ τοὺς πομπέας τοὺς ὁπλίτας . . . ε0·80̀; ΙχώΡησε Αι . . . ἐΆε0σεΥ αὸvο9́:, Μα: τι χωΜ oTreXOetv ἐ: o6t6 Μ tdiv ottXcov. xai ol μὶΥ ἀΜώΡησαv, οἰόμεΑι tt ἐΡεῖv αὸτόr ὸ ὸὶ toT; ἐmΑ)Ρὁ̓̀ ?Ράσa: τἀ ὁπlα u;:o- λαβεὶΥ, ΜἐΝο εu̓Μ; o?»; έΜrηιᾶτο xal Η τι; εu̔Ρἐ9η ἐΤΠ̓ιΡωιοv ξχωΥ· μετὰ ΤàΡ όσ:Ι6o; xol 50́Ρατο; Μ́σα- τὰ; :ιομ:ὰ-- πὁεῖw)

21
τῶν [ἄλλω]ν τὸν μὲν Ἵππαρχον διακοσμοῦντα τὴν πομπὴν παρὰ τὸ Λεωκόρειον [*](p.7) ἀπέκτειναν, τὴν δ᾿ ὅλην ἐλυμήναντο πρᾶξιν. αὐτῶν δ᾿ ὁ μὲν [*](4) Ἁρμόδιος εὐθέως ἐτελεύτησεν ὑπὸ τῶν δορ[υ]φόρων, ὁ δ᾿ Ἀριστογείτων ὕστερον συλληφθεὶς καὶ πολὺν χρόνον αἰκισθείς. κατηγόρησεν δ᾿ ἐν ταῖς ἀνάγκαις πολλῶν οἵ καὶ τῇ φύσει τῶν ἐπιφανῶν καὶ φίλοι τοῖς τυράννοις ἧσαν. οὐ γὰρ ἐδύναντο παραχρῆμα λαβεῖν οὐδὲν ἴχνος τῆς πράξεως, ἀλλ᾿ ὁλεγόμενος λόγος ὡς ὁ Ἱππίας ἀποστήσας ἀπὸ τῶν ὅπλων τοὺς πομπεύοντας τας ἐφώρασε τοὺς τὰ ἐγχειρίδια ἔχοντας οὐκ ἀληθής ἐστιν· γὰρ ἔπεμπον τό<τε> μεθ᾿ ὅπλων, ἀλλ᾿ ὕστερον τοῦτο κατεσκεύασεν ὁ δῆμος. κατηγόρει [*](5) δὲ τῶν τοῦ τυράννου φίλων, ὡς μὲν οἱ δημοτικοί φασιν, ἐπίτηδες, ἵνα ἀσεβήσαιεν ἅμα καὶ γένοιντο ἀσθενεῖς ἀνελόντες τοῦς ἀναιτίους καὶ φίλους ἑαυτῶν, ὡς δ᾿ ἔνιοι λέγουσιν, οὐχὶ πλαττόγενος ἀλλὰ τοὺς συνειδότας ἐμήνυεν. καὶ τέλος ὡς οὐκ ἐδύνατο πάντα ποιῶν ἀποθανεῖν, ἐπαγγειλάμενος [*](6) ὡς ἄλλους μηνύσων πολλοὺς καὶ πείσας αὑτῷ τὸν Ἱππίαν δοῦναι τὴν δεξιὰν πίστεως χάριν, ὡς ἔλαβεν, ὀνειδίσας ὅτι τῷ φονεῖ τἀδελφοῦ τὴν δεξιὰν δέδωκε οὔτω παρώξυνε τὸν Ἱππίαν ὥσθ᾿ ὑπὸ τῆς ὀργῆς οὐ κατέσχεν ἑαυτὸν ἀλλὰ σπασάμενος τὴν μάχαιραν διέφθειρεν αὐτόν.