Res Publica Atheniensium

Aristotle

Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.

XIX. μετὰ δὲ ταῦτα συνέβαινεν πολλῷ τραχυτέραν εἷναι τὴν τυραννίδα· [*](1) καὶ γὰρ διὰ τὸ τιμωρεῖν τἀδελφῷ καὶ διὰ τὸ πολλοὺς ἀνῃρηκεναι καὶ ἐκβεβληκέναι πᾶσιν ἧν ἄπιστος καὶ πικρός. ἔτει δὲ τετάρτῳ μάλιστα μετὰ [*](2) τὸν Ἱππάρχου θάντον, ἐπεὶ κακῶς εἷχεν τὰ ἐν τῷ ἄστει, τὴν Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖ μεθιδρυσόμενος· ἐν τούτοις δ᾿ ὤν ἐξέπεσεν ὑπὸ Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως, χρησμῶν γιγνομένων ἀεὶτίαν. οἱ φυγάδες,[*](3) ὧν οἱ Ἀλκμεωνίδαι προειστήκεσαν, αὔτοὶ μὲν δι᾿ αὑτῶν οὐκ ἐδύναντο ποιή- [*](1 ἄλλων] lectio incerta; ισρων Wn., [ἑτέ]ρων K-W3 sed spatiuym magis 5 quam 6 litteris idoneum est; σ(υν)ωμοτ(ῶν) Diels 8 αληθες L 9 tqote Rutherford, al. κατεσκευασεδημος L*, νο suprascr. L1 11 αμα suprascr. L1 ασθεωεις suprascr. L1 (ανελοντες α L*, α postea deletum) 13 ηδυνατο L, corr. H-L (v. Meisterhans3, p. 169) 15 post οτι, ταδελ scripsit L*, sed corr. inter scribendum 20 απιστος κ(αι) πιστ ο L 21 εν κακωι L*, corr. L1 τωι suprascr. L1 μουνυ- χιαν L 23 γινομ(εν)ων L 25 ηδυναντο L, corr. H-L) [*](εὐθὺς ἐχώρησε καὶ ... ἐκέλευσεν αὐτούς, δείξας τι χωρίον, ἀπελθεῖν ἐς ἀυτὸ ἄνευ τῶν ὅπλων. καὶ οἱ μὲν ἀπεχώρησαν, οἱόμενοί τι ἐρεῖν αὐτόν· ὁ δὲ τοῖς ἐπικούροις φράσας τὰ ὁπλα ὑπολαβεῖν, ἐξελέγετο εὐθὺς οὓς ἐπῃτιᾶτο καὶ εἴ τις εὑρέθη ἐγχειρίδιον ἔχων· γὰρ ἀσπίδος καὶ δόρατος εἰώθεσαν τὰς πομπὰς ποιεῖν.) [*](24 Herod. V 62 Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον, Ἀλκμαιωνίδαι, γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπεί τέ σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος, ὑπὲρ Παιονίης τειχίσαντες.) [*](25 Schol. Ar. Lys. 665 (L; exscr. Suid. Λυκοπόδες) ὁ δὲ Ἀριστοφάνης ἔφη νῦν τοὺς (τοὺς νῦν L, τοὺς Suid., corr. Wilamowitz) Ἀλκμαιςωίδας· οὗτοι γὰρ πόγεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν Λειψύδριον (λειψύδριον Suid., om. L). cf. Hesych. Phot. Λυκόποδας. – Schol. Ar. Lys. 666 (RL, exscr. Suidas l. l.) Λειψύ-)

22
σασθαι τὴν κάθοδον, ἀλλ' αἰεὶ προσέπταιον· | ἒν τε γὰρ τοῖς ἂλλοις οἶς [*](p. 8) ἒπραττον διεσφάλλοντο καὶ τειχίσαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πὰρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἂστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὃθεν ὓστερον μετὰ ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σχολιοῖς αἰε.
  • αἰαῖ Λειψύδριον προδωσέταιρον,
  • οἳους ἂνδρας ἀπώλεσας μάχεσθαι
  • ἀγαθούς τε καὶ εὐπατρίσας,
  • οἳ τότ᾿ ἒδειξαν οἳων πατέπων ἒσαν.
  • ἀποτυγχάνοντες οὖν ἐν ἓπασι τοῖς ἂλλοις ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν [*](4) οἰκοδομεῖν, ὃθεν εὐπόρησαν χπημάτων πρὸς τὴν τῶν Λακώνων βοήδειαν. ἡ δὲ Πυθία προέφερεν αἰεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζομένοις ἐλευδεροῦν τὰς᾿ Αθήνας εἰς τοῦθ᾿ προύτρεψε Σπαρτιάτας, κκίπερ ὂντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς όρμῆς τοῖς Λάκωσιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρχουσα φιλία. τὸ μὲν πρῶτον Ἀγχίμολον ἀπέστειλαν κατὰ θάλατταν ἒχοντα στρατιὰν. [*](5) ἡττηδέντος δ᾿ αὐτοῦ καὶ τελευτὴσαντος διὰ τὸ Κινέαν βοηδῆσαι τὸν Θετταλὸν ἒχοντα χιλίους ἱππεῖς, προσοργισθέντες τῷ γενομένῳ Κλεομένην ἐξέπεμψαν τὸν βασιλέα στόλον ἒχοντα μείζω κατὰ γῆν, ὃς ἐπεὶ τοὺς τῶν Θετταλῶν [*](2 λιψυδριον L (item in 1. 6) 4 μετὰ] εἰς K-W, Bl., ex Etym. Mag. σκόλιον εἰς αὐτοὺς ᾒδετο); cf. infra, p. 24,6 5 αἰεί del. Hude, K-W, H-L, S οἳ] oV] αι legit Wn., male formata est littera 13 εις τουτ ευδεως L: εἰς τοῦδ᾿ ἒως Bl, (K-W, H-L,S); cf. schol. Ar. Lys. 1150 17 δεσσαλον L 18 χειλιους L 19 δεσσαλων L) [*](10 Schol. Ar. Lys. 1150 (R) Ἀριστοτέλης φησὶ μετὰ τὸν Ἰππάρχου θάνατον χρησμὸν γενέσθαι τοῖς Λάκωσιν καταλύειν τὴν τυραννίσα, τῆς Πυθίας, ὡς οἱ Ἀλκμαιωνίδαι ἐμισθώσαντο τὸν Δελψοῖς νεῶν οἰκοδομεῖν, συνεχῶς τοῦτο χρώσης αὐτοῖς μαντευομένοις, ἓως πρότερον μὲν Ἀγψίμολον ἒπεμψαν κατὰ δάλασσαν, ἀποκρουσθέντος δ᾿ αὐτοῦ ἀργισθέντες οἱ Λάκωνες Κλεομένη τὸν βασιλέα σὺν μείζονι ἐξέπεμψαν στόλῳ, καὶ νικήσας τοὺς θετταλοὺς εἰσῆλθεν εἰς τὴν Ἀττικὴν καὶ Ἰππίαν συνέκλεισεν εἰς τὸ Πελαργικὸν τεῖχος, ἓως οἰ παῖδες τῶν τυράννων ἐξιόντες ἐάλωσαν.) [*](16 Ηerod. V 63 Λακεδαιμόνιοι δὲ ὣς σφι αἰεὶ τωὐτὸ πρόφαντον ἐγίνετο Ἀγχιμόλιον τὸν Ἀστέρος .... πέμπουσι δὲ τούτους κατὰ δάλασσαν πλοίοισι . . . Θεσσαλοἱ δέ σφι δεομένοισι ἀπέπεμψαν . . . χιλίην τε ἳππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην . . . . . ib. 64: μετὰ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ὰπὶ τὰς Ἀθήνας, στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατ’ ἢπειρον.)
    23
    ἱππεῖς ἐνίκησεν κωλύοντας αὐτὸν εἰς τὴν Ἀττικὴν παριέναι, κατακλείσας [*](p.8) τὸν Ἰππίαν εἰς τὸ καλούμενον Πελαργικὸν τεῖχος ἐπολισορκει μετὰ τῶν Ἀθηναίων. προσκαθημένου δ᾿ αὐτοῦ σονέπεσεν ὑπεξόντας ἁλῶναι τοὺς [*](6) τῶν Πεισισρατιδῶν υἱεῖς· ὦν ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτηρία ποιησάμενοι καὶ τὰ ἑαυτῶν ἐν πένθ᾿ ἠμέραις ἐκκομισάμενοι παρέδωκαν τὴν ἀρόπολιν τοῖς Ἀθηναίοις ἐπὶ Ἁρπακτίδου ἂρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἒτη μάλιστα ἐπτακαίδεκα, τὰ δὲ σύμπαντα σὺν οἶς ὁ πατὴρ ἦρξεν ἐνὸς δεῖ πεντηκοντα.

    XX. καταλυθείσης δὲ τῆς τυραννίσος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσα. [*](1) γόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προσηγάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαλόρας [*](2) ἐπιλειπόμενος τῇ δυνάμει πάλιν επικαλεσάμενος τὸν Κλεομένην, ὂντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἂγος, διὰ τὸ τοὺς Ἀλκμεωνίσας δοκεῖν εἶναι τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους [*](3) με᾿ ὀλίγων ἠγηλάτει τῶν Ἀθηναίων ἐπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ᾿ αὐτοῦ κυρίους κκθιστάναι τῆς πόλεως. τῆς δὲ βουλὴς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφογον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ᾿ [*](1 κατακλείσας] κατακλήσας K-W, H-L, Bl.; cf. ad p. 18,7 3 επεξιοντας L. corr. Wyse, aL 4 πισιστρατιδων L 6 αρπακισου (littera π ante αρ deleta) L; τ suprascr. L1 8 δεῖ (quod etiam in Rhet. B 13 habet MS. Par. 1741) retinendum esse videtur hic et in p. 30,7 (Bi., K-W3); δειν J. E. B. Mayor, S. 9 καταλυθείσης] ante versum qui hoc verbo incipit coronis in margine depicta est 10 πισανδρου L φιλ(ος) om. L*, add. in marg. L1? 11 αλκμεονιδων L ηττημ(εν)ος L, corr. Bl. sec. Herod. V. 66, al. 14 ελαυνειν super rasuram ελ—, fortasse ελαυνειν male scriptum) L1 15 ἀφικόμενος ὁ Κλεομένης inserunt K-W (Bl.) ex Herod. V 70 18 μετ’ αὐτοῦ] μ(ετα)του L) [*](8 Schol. Ar. Vesp. (V) 500 ἐδόκει δὲ ἡ τυραννὶς καταστὴναι, ὢς φησιν Ἐρατοσθένης, ἐπὶ ἒτη V, τοῦ ἀκριβοῦς διαμαρτὰνων, Ἀριστοτέλους (sic Bentley, Ἀριστοφάνους libri) μὲν τετταράκοντα καὶ εν [I. ἐννέα] φήσαντος, Ἠροδότου δὲ ἓξ καὶ τριάκοντα. 10 sqq. Ηerod. V 66 οὖτοι οἱ ἂνδρες ἐστασίασαν περὶ δυνάμιος· ἐσσούμενος δὲ Κλεισθένης τὸν δῆμον προσεταιρίζεται. ib. 70 ἐγ τῳ μέρει δὲ ἑσσούμενος ὁ Ἰσαλόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον, γενόμενον ἐωυτῷ ξεῖνον . . . τὰ μὲν δὴ πρῶτα πέμπων ὁ Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα, καὶ μετ’ αὐτοῦ ἂλλους πολλοὸς Ἀθηναίων τοὺς ἐναλέας ἐπιλέγων . . . ib. 72 Κλεομένης δὲ ὡς πέμπων ἐξέβαλλε Κλεισθένεα καὶ τοὺς ἐναγέας, Κλεισθένης μὲν αὐτὸς ὑπέξεσχε· μετὰ δὲ οὐδὲν ἦσσον παρῆν ἐς τὰς Ἀθήνας ὁ Κλεομένης οὐ σὸν μεγάλη χειρί, ἀπικόμενος δὲ ἀληλατέει ἑπτακόσια ἐπίστια Ἀθηναίων, τά οἱ ὑπέθετο ὁ Ἰσαγόρης· ταῦτα δὲ ποιήσας, δεύτερα τὴν βουγὴν καταλύειν ἐπειρᾶτο, τριηκοσίοισι δὲ τοῖσι Ἰσκγόρεω στασιώτησι τὰς ἀρχὰς ἐνεχείριζε. ἀντισταθείσης δὲ τῆς βουλῆς καὶ οὐ βουλομένης πείθεσθαι, ὁ τε Κλεομένης καὶ ὁ Ἰσαγόρης καὶ οἱ στασιῶται αὐτοῦ καταλαμβάνουσι τὴν ἀκρόπολιν, Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήσαντες ἐπολιόρκεον αὐτοὺς ἡμέρας δύο, τῇ δὲ τρίτῃ ὑπόσπονδοι ἐξέρκονται ἐκ τῆς χώρης ὃσοι ἦσαν αὐτῶν δαιμόνιοι.)

    24
    αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένη δὲ καὶ τοὺς ἂλλους φυλάδας [*](p. 8) μετεπέμψαντο. κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης [*](4) ἡγεμὼν ἦν καὶ τοῦ δήμου προστάτης. αἰτιώτατοι γὰρ σχεδόν ἐγένοντο τῆς ἐκβολῆς τῶν τυράννων οἱ Ἀλκμεωνίδαι καὶ στασιάζοντες τὰ πολλὰ διετέλεσαν. ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς [*](5) τυράννοις, διὸ καὶ ᾖδον καὶ κἰς τοῦτον ἐν τοῖς σκολιοῖς·
  • ἒγχει καὶ Κήδωνι, διάκονε, μηδ᾿ ἐπιλήθου,
  • εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
  • XXI. διὰ μὲν οὖν ταύτας τὰς αἰτίας ἐπίστευεν ὁ δῆμος τῷ Κλεισθένει. [*](1) τότε δὲ τοῦ πλήθους προεστηκὼς ἒτει τετάρτῳ μετὰ τὴν τῶν τυράννων κατάλυσιν ἐπὶ Ἰσαγόρου ἂρχοντος, πρῶτον μὲν οὖν συνένειμε πάντας εἰς [*](2) δέκα φυλὰς ἀντὶ τῶν τεττάρων, ἀναμεῖξαι βουλόμενος, ὃπως μετάσχωσι πλείους τῆς πολιτείας· ὃδεν ἐλέχθη καὶ τὸ μὴ φυλοκρινεῖν | πρὸς τοὺς [*](p. 9) ἐξετάζιν τὰ γένη βουλομένους. ἒπειτα τὴν βουλὴν πεντακοσίο[υ]ς ἀντὶ [*](3) τετρακοσίων κατέστησεν, πεντήκοντα ἐξ ἐκάστης φυλῆς· τότε δ᾿ ἦσαν ἐκατόν. διὰ τοῦτο οὐκ εἰς δώδεκα φυλὰς συνέταξεν, ὃπω[ς] αὐτῷ μὴ μὴ συμβαίνῃ μερίζειν κατὰ τὰς προϋπαρχούσας τριττῦς· ἦσαν γὰρ ἐκ δ φυλῶν δώδεκα τριττύες, ὣστ᾿ οὐ [συν]έπιπτεν <ἂν> ἀναμίσγεσθαι διένειμε δὲ καὶ τὴν χώραν κατὰ δήμους τριάκοντα μέρη, δέκα μὲν τῶν [*](4) περὶ τὸ ἂστυ, δὲ τῆς παραλίας, δέκα δὲ τῆς μεσουείου, καὶ ταύτας TauTa? ἐπονομάσας τριττῦς ἐκλήρωσεν τρεῖς εἰς τὴν φυλὴν ἐκάστην, ὃπως ἐκάστη μετέχῃ πάντων τῶν τόπων. καὶ δημότας ἐποίησεν ἀλλήλων τοὺς οἰκοῦντας ἐν ἐκάστῳ τῶν δήμων, ἳνα μὴ πατρόθεν προσαγορεύοντες ἐξελέγχωσιν τοὺς [*](1 αφιεσαν L, corr. K-W (Bl., S) κλείσθενην L, quod retinent K-W, Bl., S; sed cf. p. 25,11 5 αλκμεονιδων L 9 επιστευνε ο δημος L*, ο super εν scr. L1; ἐπίστευον K-W, delentes ὁ δῆμος 11 πρωτον μ(εν) ο(υν) ενειμε L, πp. μὲν συνένειμε Newman (Bl., S., al.), πp. μὲν οὖν συνενειμε cum lacuna ante πρῶτον K-W, sed cf. Bonitz Ind. Ar. p. 454a32 (Diels) 12 αναμιξαι L 16 ου κ(αι) εις L 16. 17 αυτωσυμβαινηι L*, ι super ω addidit L1, μη L*, ut vid. 17 κατὰ] προς L*, κ(ατα) suprascr. L4 18 σ(υν) (compendii signum conspicitur, σ periit) L, ἂν post οὐκ add. Richards, H-L, melius ante αναμ- Hude, al.) [*](12 Αrist. Pol. Γ 2. 1275b34 ἀλλ῾ ἲσως ἐκεῖνο μᾶλλον ἒχει ἀπορίαν, ἃσοι μεταβολῆς γενομένης πολιτείας, οἶον Ἀθήνησιν ἐποίησε Κλεισθένης μετὰ τὴν τῶν τυράννων ἐκβολήν· πολλοὺς γὰρ ἐφυλέτευσε ξένους καὶ δούλους μετοίκους. Ζ 4. 1319b19 ἔτι δὲ καὶ τὰ τοιαῦτα κατασκευάσματα χρήσιμα πρὸς τὴν δημοκρατίαν τὴν τοιαύτην, οἶς Κλεισθένης τε Αθήνησιν ἐχρήσατο βουλόμενος αὐξῆσαι τὴν δημοκρατίαν, καὶ περὶ Κυρήνην οἱ τὸν δῆμον καθιστάντες. φυλαί τε γὰρ ἓτεραι ποιητέαι πλείους καὶ φρατρίαι, καὶ τὰ τῶν ἰδίων ἰερῶν συνακτέον εἰς ὀλίγα καὶ κοινά, καὶ πάντα σοφιστέον ὃπως ἂν ὃτι μάλιστα ἀναμιχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήδειαι διαζευχθῶνσιν αἱ πρότερον.) [*](21 Psell. Ὀνόματα δικῶν p. 103 Boisson. ἡ δὲ τριττὺς νεωτέρων (leg. νεώτερον) ὂνομα παρὰ τοῖς Ἀθηναίοις ἐστί. Κλεισθένης γάρ τις, εἰς τριάκοντα μοίρας τὴν Ἀττικὴν ἃπασαν διανείμας ἐπειδὴ τὸ μὲν αὐτῆς ἐπιθαλαττίδιον ἦν, τὸ δὲ ἐπὶ τοῦ μέσου καθῆστο τῆς χώρας, τὸ δὲ παρὰ τὸ ἂστυ συνέστρωτο, δέκα με) μοίρας τῇ παραλίῳ συντέτευχε, δέκα δὲ κατέστησεν ἐπὶ τὴν μεσόγειον, δέκα δὲ ἀστυνόμους ἐποίησε· καὶ τὸ τριτημόρτον τριττὺς ὠνόμαστο.)

    25
    νεοπολίτας, ἀλλὰ τῶν δήμων ἀναγορεύωσιν· ὃθεν καὶ καλοῦσιν Ἀθηναῖοι [*](p. 9) σφᾶς αὐτοὺς τῶν δήμων. κατέστησε δὲ καὶ δημάρχους τὴν αὐτὴν ἒχοντας [*](5) ἐπιμέλειαν τοὶς πρότερον ναυκράροις· καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησεν. προσηγόρευσε δὲ τῶν δήμων τοὺς μὲν ἀπὸ τῶν τόπων, τοὺς δὲ ἀπὸ τῶν κτισάντων· οὐ γὰρ ἃπαντες ὑπῆρχον ἒτι τοῖς τόποις. τὰ δὲ γένη καὶ τὰς φρατρὶας καὶ τὰς ἱερωσύνας εἲασεν ἒχειν ἑκάστουςκατà [*](6) τὰ πάτρια. ταῖς δὲ φυλαῖς ἐποίησεν ἐπωνύμους ἐκ τῶν προκριθέντων ἐκατὸν ἀχηγετῶν, οὓς ἀνεῖλεν ἡ Πυδία, δέκα.

    XXII. τούτων δὲ γενομένων δημοτικωτέρα πολὺ τῆς Σόλωνος ἐγένετο [*](1) ἡ πολιτεία· καὶ γὰρ συνέβη τοὺς μὲν Σόλωνος νόμους ἀφανίσαι τὴν τυραννίδα διὰ τὸ μὴ χρῆσθαι, και[ν]οὺς δ᾿ ἂλλους θεῖναι τὸν Κλεισθένη στοχαζόμενον τοῦ πλήθους, ἐν οἰς ἐτέθη καὶ ὁ περὶ τοῦ ὀστρακισμοῦ νόμος. πρῶτον [*](2) μὲν οὖν ἒτει πέμπτῳ μετὰ ταύτην τὴν κατάστασιν ἐφ᾿ Ἑρμοκρέοντος ἂρχοντος τῇ βουλῇ τοῖς πεντακοσίοις τὸν ὃρκον ἐποίησαν ὃν ἒτι καὶ νῦν [*](1 Ἀθηναῖοι] hic incipit frag. Berol. IIa 3 επιμελιαν L, ειαν B 5 ἒτι] ita L (non εν, quod legit Bl, sed ν non posset esse nisi formae ABBREV, in hac papyro non usitatae); εν B (Bl., K-W) 6 φατριας L, φρα- B 7 εποιησαν L*, corr. L1 επωνυμους B, επωνυμ . . ς L 11 χρασθαι B καινους K-W; και[ B 13 Ερμου|- κρεοντος L, corr. K-W, cett.) [*](2 Schol. Ar. Nub. 37 (dett. Ald.) ad verba δάκνει με δήμαρχός τις] . . . . . Ἀριστοτέλης δὲ Κλεισθένους φησὶ “κατέστησε καὶ δημάρχους τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις (ναυκλάροις Ald.). καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκλαρίων Ald.) ἐποίησεν.” οἱ πρότερον ναύκραροι (ναύκλαροι Ald.) εἲτε ὑπὸ κατασταθέντες εἲτε καὶ πρότερον. οὖτοι δὲ τὴν πομπὴν τῶν Παναθηναίων ἐκόσμουν Κλεισθένους καταστήσαντος ἀντὶ ναυκράρων (ναυκλάρων Ald.). Harp. s. v. ναυκραρικά: Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ “κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις δημίους ἀντὶ τῶν ναυκράρων ἐποίησαν.” Cf. Phot. ναυκραρία, Hes. ναὺκλαροι (supra test. ad 9,15). Harp. δήμαρχος: . . . . . τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι τὴν αὐτὴν ἒχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. Hesych. δήυμαρχοι: οἱ οἱ πρότερον καλούμενοι ναύκραροι.) [*](4 Et. gen. (ex Photio) [exscr. Symeo et Et. M. 327,32] Ἐλεεῖς: δῆμος τῆς Ἀττικῆς. ὠνόμασται δὲ ἀπὸ τοῦ ἐν αὐτῷ ἓλους. ἑλώδης γὰρ ὁ τόπος. οἱ γὰρ δῆμοι τῶν Ἀθηναίων ἢ ἀπὸ τόπων ἢ ἀπὸ τὼν παρακειμένων αὐτοῖς ἢ ἀπὸ τῶν ἐν αὐτοῖς φυτῶν ἢ ἀπὸ τῶν ἐν αὐτοῖς χειροτεχνῶν ἢ ἀπὸ τῶν οἰκησάντων ἀνδρῶν ἢ γυναικῶν.) [*](7 Ad glossam Lex. Bekk. quinti (BA 245,17 ἐπώνυμοι: ἂρχοντες δισσοί εἰσιν, οἱ μὲν τεσσαράκοντας δύο τῶν ἡλικιῶν, οἱ δὲ δέκα τὸν ἀριθμόν, ἀφ’ ὦν αἱ φυλαὶ προσηγορεύθησαν) oiim pleniorem redeunt quae habent et (ex Photio) Et. gen. (descr. Et. Μ. 369,15) . . . . . ἐπώνυμοι διττοί δἰσιν οὖτοι, οἱ μὲν λεγόμενοι τῶν ἡλικιῶν, καὶ εἰσὶ δύο καὶ τεσσαράκοντα, οἳ καλοῦνται καὶ λήξεων ἐπώνυμοι, οἱ δὲ δέκα, ἀφ᾿ ὦν αἱ φυλαὶ προσηγορεύθησαν, οἶον Ἐρεχθεύς, Αἰγεύς, Πανδίων, Λεώς, Ἀκάμας (Ἀλκμὰς Et. gen., Ἀλμᾶς Et. Μ.), Κέκροψ, Ἰπποδόων, Αἲας, Ἀντίοχος. ταῦτα δὲ τὰ δέκα ὀνόματα ἀπὸ ρݲ ὁ ἂπορα ὁ Et. Πύδιος εἳλετο Κλεισθένης (leg. Κλεισθένους) οὓτων διαταξάμενος (leg. διαταξαμένου) τὸ πᾶν πλῆθος εἰς δέκα ξυλάς, et Lex. Patm. Ρ. 15: ἐπώνμοι δέκα, ἀφ᾿ ὦν ἐκλήθησαν αἰ φυλάὶ τοῦ θεοῦ τοῦτο χρήσαντος. ἮΣΑΝ δὲ οὖτοι· Ερεχθεύς, Α'ιγεύς, Αργώδων (sic!), Λεώς, Ακάμας, Οἰνεύς, Κέκροψ, Ἱππόθων, Ἀντίοχος, Αἲας. τούτους γὰρ ἐξ ὀνομάτων ἑκατὸν ὁ θεὸς ἐξελέξατο. cf. Harp. ἐπώνυμοι (Phot.I Suid.I).)

    26
    ὀμνύουσιν. ἒπειτα τοὺς στρατηγοὺς ᾐροῦντο κατὰ φυλάς, ἐξ ἑκάστης φυλῆς [*](p. 9) ἓνα, τῆς δὲ ἁπάσης στρατιᾶς ἡγεμὼν ἦν ὁ πολέμαρχος. ἒτει δὲ μετὰ [*](3) ταῦτα δωδεκάτῳ νικήσαντες τὴν ἐν Μαραθῶνι μάχην ἐπἰ Φαινίππου ἂρχοντος, διαλιπόντες ἒτη δύο μετὰ τὴν νίκην, θαρροῦντος ἢδη τοῦ δήμου τότε πρῶτον ἐχρήσαντο τῷ νόμῳ περὶ τὸν ὀστρακισμόν, ὃς ἐτέθη διὰ τὴν ὑποψίαν τῶν ἐν ταῖς δυνάμεσιν, ὃτι Πεισίστρατος δημαγωγὸς καὶ στρατηγὸς ὢν τύραννος κατέστη. καὶ πρῶτος ὠστρακίσθη τῶν ἐκείνου συγγενῶν [*](4) Ἵππαρχος χάρμου Κολλυτεύς, Κολλυτεύς, δἰ δν καὶ μάλιστα τὸν νόμον ἒθηκεν ὁ Κλεισθένης, ἐξελάσαι βουλόμενος αὐτόν. οἱ γὰρ Ἀθηναῖοι τοὺς τῶν τυράννων φίλους, ὃσοι μὴ συνεξαμαρτάνοιεν ἐν ταῖς ταραχαῖς, εἲων οἰκεῖν τὴν πόλιν, χρώμενοι τῇ εἰωθυίᾳ τοῦ δήμου πρᾳότητι· ὦν ἡγεμὼν καὶ προστάτης ἦν Ἵππαρχος. εὐθὺς δὲ τῷ ὑστέρῳ ἒτει ἐπὶ Τελεσίνου ἂρχοντος ἐκυάμευσαν [*](5) τοὺς ἐννέα ἂρχοντας κατὰ φυλὰς ἐκ τῶν προκριθέντων ὑπὸ τῶν δημοτῶν πεντακοσίων τότε μετὰ τὴν τυραννίδα πρῶτον· οἱ δὲ πρότεροι πάντες ἦσαν αἱρετοί· καὶ ὠστρακίσθη Μεγακλῆς Ἰπποκράτους Ἀλωπεκῆθεν. ἐπὶ μὲν [*](6) οὖν ἔτη γݲ τοὺς τῶν τυράννων φίλους ὠστράκιζον, ὦν χάριν ὁ νόμος μετὰ δὲ ταῦτα τῷ τετάρτῳ ἒτει καὶ τῶν ἂλλων εἲ τις δοκοίη μείζων μεθίσταντο· καὶ πρῶτος ὠστρακίσθη τῶν ἂπωθεν τῆς τυραννίδος Ξάνθιππος ὁ Ἀρίφρονος. ἒτει δὲ τρίτῳ μετὰ ταῦτα Νικοδήμου ἂρχοντος, ὡς ἐφάνη [*](7) τὰ μέταλλα τὰ ἐν Μαρωνείᾳ καὶ περιελένετο τῇ πόλει τάλαντα ἑκατὸν ἐκ τῶν ἒρλων, συμβομλευόντων τινῶν τῷ δήμῳ διανείμασθαι τὸ ἀργύριον Θεμιστοκλῆς ἐκώλυσεν, οὐ λέγων ὃ τι χρήσεται τοῖς χρήμασιν ἀλλὰ δανεῖσαι κελεύων τοῖς πλουσιωτάτοις Ἀθηναίων ἑκατὸν ἐκάστῳ τάλαντον, εἶτ᾿ ἐὰν μὲν ἀρέσκῃ τὸ ἀνάλωμα, τῆς πόλεως εἶναι τὴν δαπάνην, εἰ δὲ μή κομίσασθαι τὰ χρήματα παρὰ τῶν δανεισαμένων. λαβὼν δ᾿ ἐπὶ τούτοις ἐναυπηγήσατο τριὴρεις ἑκατὸν, ἑκάστου ναυπηγουμένου τῶν ἑκατὸν μίαν, [*](1 φυ]λης εκαστ[η]ς B, qui hic (praeter litteras 4 ἢδη om. L*, suprascr. L4 6 οτε L, ὃτι Harpocr. (vid. testim.), ὁ γὰρ K-W 8 κολυττευς L 10 συνεξαμαρτανον L, συνεξαμαρτάνοιεν Poste, K-W, BI.2, H-L 12 Ἵππαρχος hic (praeter verbum unum in versu praecedente, quod non recte legebatur κισμω) incipit frag. Berol. Ilb ὑστέρῳ] ὓστερον K-W, Bl.3 13 δημοτ(ων) L (Bl., S), δημων (vel δαμων, sec. Diels) B, K-W3 14 τότε] τοις L, corr. Bl, (K-W, H-L, S) 17 δοκη B 17. 18 μεθιστατο L*, ν suprascr. L1; μεθίστατο retinet Bl. 19 ν[ικο]δημου B, Dion. Hal. (S.); νικομηδους L (K-W, H-L, Bl.) 20 τάλαντα om. L*, suprascr. L1 20. 21 εκ των εργων εκατον ταλαντα B, ut vid. 24 τὴν δαπάνην om. L*, suprascr. L4 (videtur etiam B habuisse); del. II-L, Bl. 26 τp. ἑκατὸν] hic desinit B) [*](8 Cf. Harp. s. v. Ἵππαρχος: . . . . ἂλλος δέ ἐστιν Ἵππαρχος ὁ χάρμου, ὣς φησι Λυκοῦργος ἐν τῷ ἰατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ βݲ φησὶν συγγενὴς μὲν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακόσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὃτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν (Epitomen descr. ΙΙ Suid.v).) [*](20 Lex. Bekk. quintum (BA 279,32) Μαρωνίά (leg. Μαρώνεια). τόπος τόπος ἦν τῆς Ἀττικῆς, ὃπου τὰ μέταλλα εὑρέθη.)
    27
    αἶς ἀναυμάχησαν ἐν Σαλαμἶνι πρὸς τοὺς βαρβάρους. ὠστρακίσθη δ᾿ ἐν [*](Ρ. 9) τούτοις τοῖς καιροῖς Ἀριστείδης ὁ Λυσιμάχου. τετάρτῳ δ᾿ ἒτει κατεδέξαντο [*](8) πάντας τοὺς ὠστρακισμένους ἂρχοντος γψιχίδου, διὰ τὴν Ξέρξου στρατείαν· καὶ τὸ λοιπὸν ὣρισαν τοῖς ὀστρακιζομένοις ἐντὸς Γεραιστοῦ καὶ Σκυλλαίου κατοικεῖν ἢ ἀτίμους εἶναι καθάπαξ.

    XXIII. τότε μὲν οὖν μέχρι τοῦτου προῆλθεν ἡ πόλις ἃμα τῇ δημοκρατίᾳ [*](1) κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἲσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ δῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία. τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων τοῖς πράγμασι καὶ κηρυξάντων σῴ[ζ]ειν εκαστον ἑαυτόν, πορίσασα δραχυὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν τἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ [*](2) ἐπολιτεύδθησαν Ἀθηναῖοι καλῶς [καὶ] κατὰ τούτους τοὺς καιρούς. γὰρ αὐτοῖοῖς περὶ τὸν χρόνον τοῦτον τά τε εἰς τὸν πόλεμον ἀσκῆσαι καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ τὴν τῆς δαλάττης ἡγεμονίαν λαβεῖν ἀκόντων Λακεδαιμονίων. ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τούτους [*](3) τοὺς καιροὺς Ἀρτστείδης ὁ Λυσιμάχου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους, ὁ μὲν τὸ πολέμια δοκῶν <ἀσκεῖν>, ὁ δὲ τὰ πολιτικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ᾿ ἑαυτὸν διαφέρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμ- βόύλῳ. τὴν μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ κοινῇ διῴκησαν, καίπερ [*](4) διαφερόμενοι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας τοὺς Λάκωνας διαβεβλημένους διὰ Παυσανίαν διὸ καὶ τοὺς φόρους [*](5) οὖτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους ἒτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐπὶ Τιμοσθένους ἂρχοντος, καὶ τοὺς ὃρκους ὢμοσεν τοῖς [*](2 τετάρτῳ] τρίτῳ K-W, Bl., cf. Plut. Ar. 8 3 υψηχιδου L*, ι supra η scr. L1 4 ατρατικν L εντὸς] ἐκτὸς Wyse, Sandys, (cf. Philochor. fr. 79b μὴ ἐπιβαίνοντα ἐντὸς πέρα τοῦ Εὐβοίας ἀκρωτηρίου); μὴ ante κατοικεῖν ins. Eaibel, BI.; textum retinent K-W, H-L 10 δωζειν L ut vid. 12 αὐτῶης] αυτ(ην) L, corr. Bl. (K-W3); αὐτῇ του ἀξιώματος J. E. B. Mayor, K-W1, S 14 κ(ατα) L*, πε[ρι] suprascr. L4; περὶ τὸν χρόνον τοῦτον del. K-W 16 ακοντ(ων) λακ. L, non ακοντων των λακ., ut antehac ab om- nibus lectum est 18 δοκῶν ἀσκεῖν] aaxtuv L1, δοκῶν Richards, K-W, al. πολιτικὰ πολεμικα L κ(αι) om. L*, suprascr. L1 20 ανωικοδομησιν L 21 22 δυμμαχίας κ(αι) τ(ην) τ(ων) λακ. σ(υμ)μαχιαν L, corr. BI., al. 23 τοὺς Λάκωνας om. L*, suprascr. L1 24 μετὰ] δ(ια) L*, corr. L1) [*](7 ARIST. PoI. E 4. 1304a17 μεταβάλλουσι δὲ καὶ εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εὶς πολιτείαν ἐκ τοῦ εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢ μόριον τῆς πόλεως, οἰον ἡ ἑν Ἀρείῳ πάγῳ βουλὴ εὐδοκιμήσασα ἐν τοῖς Μηδικοῖς ἒδοξε αυντονωτέραν ποιῆσαι τὴν πολιτείαν, καὶ πάλιν ὁ ναυτικὸς ὂχλος γενόμενος αἲτιος τῆς περὶ Σαλαμῖνα νίκης καὶ ταύτης τῆς ἡγεμονίας διὰ τὴν κατὰ θάλατταν δύναμιν τὴν δημοκρατίαν ἰσχυροτέραν ἐποίησεν.) [*](9 Plut. Them. 10 οὐκ ὂντων δέ δημοσίων χρήμάτων τοῖς Ἀθηναίοις Ἀριστοελης μέν φησι τὴν ἐξ Ἀρείου βουλὴν πορίσασαν ὀκτῶ δραχμὰς ἑκάστῳ τῶν στρατευομένων αἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰς τριήρεις, Κλείδημος δὲ καὶ τοῦτο τοῦ Θεμιστοκλέους ποιεῖται στρατήγημα.)

    28
    Ἵωσ[ιν] | ὢστε τὸν αὐτὸν ἐχθρὸν εἶναι καὶ φίλον, ἐφ᾿ οἶς καὶ τοὺς μύσρους [*](p. 10) ἐν τῷ πελάγει εαθεῖσαν.

    XXIV. μετὰ δὲ ταῦτα δαρρούσης ἢδη τῆς τόλεως καὶ χρημάτων [*](1) ἠθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἂστει· τροφὴν γὰρ ἒσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ δρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι, εἶθ᾿ οὓτων κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες [*](2) τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο πλὴν χίων Ταὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐωντες τάς τε πολιτείας παρ᾿ αὐτοῖς καὶ ἂρχειν ὦν ἒτυχον ἂρχοντες. κατέστησαν δὲ [*](3) καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὣστερ Ἀριστείδης εἰσηγήσατο. συνβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἂνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ᾿ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρὶων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ νݲ ἀρχαὶ δ᾿ ἒνδημοι μὲν εἰς ἑπτακοσίους ἂνδρας, δ᾿ εἰς † ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὓστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἲκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἂγουσαι τοὺς ἀπὸ τοῦ κυάμου δισχιλίους ἂνδρας, ἒτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἃπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοίκησις ἦν.