Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κοινοφιλεῖ διανοίᾳ,
- καὶ στυγεῖν μιᾷ φρενί·
- πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.
- ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς
- ὁδὸν εὑρίσκειν;
- ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
- μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις·
- τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ
- μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
- ὀρθοδίκαιον
- πρέψετε πάντως διάγοντες.
- χαίρετε χαίρετʼ ἐν αἰσιμίαισι πλούτου.
- χαίρετʼ ἀστικὸς λεώς,
- ἴκταρ ἥμενοι Διός,
- παρθένου φίλας φίλοι
- σωφρονοῦντες ἐν χρόνῳ.
- Παλλάδος δʼ ὑπὸ πτεροῖς
- ὄντας ἅζεται πατήρ.
- χαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴ
- στείχειν θαλάμους ἀποδείξουσαν