Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.
  2. ἴτε καὶ σφαγίων τῶνδʼ ὑπὸ σεμνῶν
  3. κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν
  4. χώρας κατέχειν, τὸ δὲ κερδαλέον
  5. πέμπειν πόλεως ἐπὶ νίκῃ.
  6. ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοι
  7. παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.
  8. εἴη δʼ ἀγαθῶν
  9. ἀγαθὴ διάνοια πολίταις.
Χορός
  1. χαίρετε, χαίρετε δʼ αὖθις, ἐπανδιπλάζω,
  2. πάντες οἱ κατὰ πτόλιν,
  3. δαίμονές τε καὶ βροτοί,
  4. Παλλάδος πόλιν νέμον-
  5. τες· μετοικίαν δʼ ἐμὴν
  6. εὖ σέβοντες οὔτι μέμ-
  7. ψεσθε συμφορὰς βίου.
Ἀθηνᾶ
  1. αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων
  2. πέμψω τε φέγγει λαμπάδων σελασφόρων
  3. εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους
  4. ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας