Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
- καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
- ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα
- εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα·
- καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον
- ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ,
- καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
- τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις.
- στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην,
- τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος.
- τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼ
- πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
- τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
- δέξομαι Παλλάδος ξυνοικίαν,
- οὐδʼ ἀτιμάσω πόλιν,
- τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
- φρούριον θεῶν νέμει,
- ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων·
- ᾇτʼ ἐγὼ κατεύχομαι
- θεσπίσασα πρευμενῶς