Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
- ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου.
- ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας;
- γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
- σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν,
- οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλει
- μῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ.
- ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς
- εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
- ἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν;
- πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ.
- καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει;
- ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν.
- σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
- τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
- καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου;
- ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
- θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου.
- τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους.
- τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί;