Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
  2. ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
  3. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
  4. ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως·
  5. ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην
  6. τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
  7. εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
  8. χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Χορός
  1. ἐμὲ παθεῖν τάδε, φεῦ,
  2. ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
  3. φεῦ, ἀτίετον μύσος.
  4. πνέω τοι μένος ἅπαντά τε κότον.
  5. οἶ οἶ δᾶ, φεῦ.
  6. τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς;
  7. θυμὸν ἄιε, μᾶτερ
  8. Νύξ· ἀπὸ γάρ με τι-
  9. μᾶν δαναιᾶν θεῶν
  10. δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ
  1. οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
  2. ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ