Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οἶ οἶ δᾶ, φεῦ.
- τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ;
- θυμὸν ἄιε, μᾶτερ
- Νύξ· ἀπὸ γάρ με τι-
- μᾶν δαναιᾶν θεῶν
- δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
- ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
- καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα·
- φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
- ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
- γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.
- οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
- ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
- ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
- τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων,
- ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.
- σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
- μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
- νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν,
- μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,