Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- δύσοισθʼ ἅπαθον.
- ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
- Νυκτὸς ἀτιμοπενθεῖς.
- οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν
- θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα.
- κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
- καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν,
- ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος·
- ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ
- γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί,
- καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς
- κοίμα κελαινοῦ κύματος πικρὸν μένος
- ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί·
- πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνια
- θύη πρὸ παίδων καὶ γαμηλίου τέλους
- ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.
- ἐμὲ παθεῖν τάδε, φεῦ,
- ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
- φεῦ, ἀτίετον μύσος.
- πνέω τοι μένος ἅπαντά τε κότον.