Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
- μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
- ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων·
- καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας.
- ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν·
- ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε.
- σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
- μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
- σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
- Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος
- πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
- ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας—
- ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
- εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
- ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη
- ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
- ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
- αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι
- ἔχω μεγίστην αἰτίαν κείνων ὕπο·
- παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,