Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
- ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος
- καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
- οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ
- ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν
- ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
- καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς·
- ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι,
- γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
- θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε.
- κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν
- σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός,
- μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
- ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
- ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς
- βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
- ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
- καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
- πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
- ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.