Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
- σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον
- σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.
- ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
- τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
- ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
- μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
- ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ.
- αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
- τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
- ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
- ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
- τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος·
- ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
- τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
- αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
- καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς·
- πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
- σωτήριόν τε καὶ δορὸς νικηφόρον.
- ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους