Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
- ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
- νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
- ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,
- ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.
- ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
- ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε;
- νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν.
- ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.
- πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
- τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει.
- γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα,
- βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία.
- ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην·
- ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.
- ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους.
- γαίας πατρῴας ἐστερημένον σύ τοι
- κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ,
- Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
- οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου