Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.
- ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος
- ἐν γᾷ τᾷδε, φεῦ,
- ἰὸν ἰὸν ἀντιπενθῆ
- μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ
- ἄφορον· ἐκ δὲ τοῦ
- λειχὴν ἄφυλλος, ἄτεκνος,
- ἰὼ δίκα, πέδον ἐπισύμενος
- βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.
- στενάζω· τί ῥέξω;
- γελῶμαι πολίταις.
- δύσοισθʼ ἅπαθον.
- ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖς
- Νυκτὸς ἀτιμοπενθεῖς.
- ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν.
- οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη
- ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν·
- ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
- αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν,
- ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.