Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
- βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν.
- ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
- θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.
- τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
- Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
- οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν,
- ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;
- σύ τοι παλαιὰς διανομὰς καταφθίσας
- οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
- σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος
- ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.
- ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
- δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,
- ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
- ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.
- ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι.
- μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,
- τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
- ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.