Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
- τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
- ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον
- ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
- οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
- κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
- αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
- ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
- ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν
- ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
- καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
- αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
- καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς
- ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
- κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
- ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.
- ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις,
- μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.
- ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
- πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;