Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ
- ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι.
- κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
- πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
- ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
- αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον.
- πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν
- σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον
- στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
- τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,
- Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος
- πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας
- ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
- σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,
- αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους
- κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ
- λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν.
- τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον
- ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
- καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.