Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
- τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη
- ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
- τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου.
- πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλας
- μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
- οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη,
- ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
- ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι,
- τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
- καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον,
- ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου
- καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά,
- καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι
- στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
- ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν
- ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;
- ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
- μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
- τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ;