Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. βωμὸν αἴδεσαι Δίκας·
  2. μηδέ νιν
  3. κέρδος ἰδὼν ἀθέῳ
  4. ποδὶ λὰξ ἀτίσῃς·
  5. ποινὰ γὰρ ἐπέσται.
  6. κύριον μένει τέλος.
  7. πρὸς τάδε τις τοκέων
  8. σέβας εὖ προτίων
  9. καὶ ξενοτί-
  10. μους δόμων ἐπιστροφὰς
  11. αἰδόμενός τις ἔστω.
Χορός
  1. ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν
  2. οὐκ ἄνολβος ἔσται·
  3. πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.
  4. τὸν ἀντίτολμον δέ φαμι παρβάταν
  5. ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας
  6. βιαίως ξὺν χρόνῳ καθήσειν
  7. λαῖφος, ὅταν λάβῃ πόνος
  8. θραυομένας κεραίας.
Χορός
  1. καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ