Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- δυσπαλεῖ τε δίνᾳ·
- γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ,
- τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις
- δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·
- διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
- ἕρματι προσβαλὼν δίκας
- ὤλετʼ ἄκλαυτος, αἶστος.
- κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
- ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ
- σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
- ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
- πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
- σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
- πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον
- καὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.
- ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
- τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.
- καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ
- ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος
- ἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος—