Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- δεῖ μένειν καθήμενον.
- ξυμφέρει
- σωφρονεῖν ὑπὸ στένει.
- τίς δὲ μηδὲν ἐν δέει
- καρδίαν ἂν ἀνατρέφων
- ἢ πόλις βροτός θʼ ὁμοί-
- ως ἔτʼ ἂν σέβοι δίκαν;
- μήτʼ ἀνάρχετον βίον
- μήτε δεσποτούμενον
- αἰνέσῃς.
- παντὶ μέσῳ τὸ κράτος
- θεὸς ὤπασεν, ἄλλʼ
- ἄλλᾳ δʼ ἐφορεύει.
- ξύμμετρον δʼ ἔπος λέγω,
- δυσσεβίας μὲν ὕβρις
- τέκος ὡς ἐτύμως·
- ἐκ δʼ ὑγιεί-
- ας φρενῶν ὁ πάμφιλος
- καὶ πολύευκτος ὄλβος.
- ἐς τὸ πᾶν δέ σοι λέγω,