Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οὐδὲ γὰρ βροτοσκόπων
  2. μαινάδων τῶνδʼ ἐφέρ-
  3. ψει κότος τις ἐργμάτων—
  4. πάντʼ ἐφήσω μόρον.
  5. πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω-
  6. νῶν τὰ τῶν πέλας κακά,
  7. λῆξιν ὑπόδοσίν τε μόχθων·
  8. ἄκεά τʼ οὐ βέβαια τλά-
  9. μων δέ τις μάταν παρηγορεῖ.
Χορός
  1. μηδέ τις κικλῃσκέτω
  2. ξυμφορᾷ τετυμμένος,
  3. τοῦτʼ ἔπος θροούμενος,
  4. ὦ δίκα,
  5. ὦ θρόνοι τʼ Ἐρινύων.
  6. ταῦτά τις τάχʼ ἂν πατὴρ
  7. ἢ τεκοῦσα νεοπαθὴς
  8. οἶκτον οἰκτίσαιτʼ, ἐπει-
  9. δὴ πίτνει δόμος δίκας.
Χορός
  1. ἔσθʼ ὅπου τὸ δεινὸν εὖ,
  2. καὶ φρενῶν ἐπίσκοπον