Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
  2. τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν
  3. πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.
  4. ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,
  5. φόνων δικαστὰς ὁρκίους αἱρουμένη
  6. θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.
  7. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
  8. καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
  9. κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
  10. ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως,
  11. ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.
Χορός
  1. νῦν καταστροφαὶ νέων
  2. θεσμίων, εἰ κρατή-
  3. σει δίκα τε καὶ βλάβα
  4. τοῦδε ματροκτόνου.
  5. πάντας ἤδη τόδʼ ἔργον εὐχερεί-
  6. ᾳ συναρμόσει βροτούς·
  7. πολλὰ δʼ ἔτυμα παιδότρωτα
  8. πάθεα προσμένει τοκεῦ-
  9. σιν μεταῦθις ἐν χρόνῳ.