Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
  2. ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
  3. σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
  4. τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
  1. ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
  2. τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.
  3. οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος
  4. πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
  5. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
  6. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
  7. ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
  8. σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
  9. πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα
  10. οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
  11. ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.
  12. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
  13. Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,
  14. Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
  15. ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
  16. ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν