Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Ἀθηνᾶ
  1. μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορός
  1. βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
  1. καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορός
  1. ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
  1. ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;
Χορός
  1. φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Ἀθηνᾶ
  1. ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
Χορός
  1. ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
  1. δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορός
  1. ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.
Ἀθηνᾶ
  1. κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
Χορός
  1. πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ
  1. ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
  1. ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
  1. ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;
Χορός
  1. πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.
Ἀθηνᾶ
  1. τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;
  2. λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
  3. τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον·