Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
  2. τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
  3. ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
  4. ἐξαίρετον δώρημα Θησέως τόκοις·
  5. ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,
  6. πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
  7. πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον
  8. καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς
  9. ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.
  10. τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·
  11. βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,
  12. ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
  13. οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
  14. οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
  15. λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
  16. πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.
Χορός
  1. πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
  2. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
  3. Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
  1. γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.