Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- σφαλερὰ καὶ τανυδρόμοις
- κῶλα, δύσφορον ἄταν.
- μένει γάρ. εὐμήχανοί
- τε καὶ τέλειοι, κακῶν
- τε μνήμονες σεμναὶ
- καὶ δυσπαρήγοροι βροτοῖς,
- ἄτιμʼ ἀτίετα διόμεναι
- λάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳ
- λάμπᾳ, δυσοδοπαίπαλα
- δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
- τίς οὖν τάδʼ οὐχ ἅζεταί
- τε καὶ δέδοικεν βροτῶν,
- ἐμοῦ κλύων θεσμὸν
- τὸν μοιρόκραντον ἐκ θεῶν
- δοθέντα τέλεον; ἔτι δέ μοι
- μένει γέρας παλαιόν, οὐδʼ ἀτιμίας
- κύρω, καίπερ ὑπὸ χθόνα
- τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
- πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
- ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,