Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τιθασὸς ὢν φίλον ἕλῃ.
- ἐπὶ τὸν ὧδʼ ἱέμεναι
- κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-
- ροῦμεν ὑφʼ αἵματος νέου.
- δόξαι τʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶ
- τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
- ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη-
- σμοῖς τʼ ἐπιφθόνοις ποδός.
- μάλα γὰρ οὖν ἁλομένα
- ἀνέκαθεν βαρυπεσῆ
- καταφέρω ποδὸς ἀκμάν,
- σφαλερὰ καὶ τανυδρόμοις
- κῶλα, δύσφορον ἄταν.
- πίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ·
- τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
- καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
- ται πολύστονος φάτις.
- μάλα γὰρ οὖν ἁλομένα
- ἀνέκαθεν βαρυπεσῆ
- καταφέρω ποδὸς ἀκμάν,