Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. δέσμιος φρενῶν, ἀφόρ-
  2. μικτος, αὐονὰ βροτοῖς.
Χορός
  1. γιγνομέναισι λάχη τάδʼ ἐφʼ ἁμὶν ἐκράνθη·
  2. ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστί
  3. συνδαίτωρ μετάκοινος·
  4. παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
  5. ¯˘¯˘¯˘¯
Χορός
  1. δωμάτων γὰρ εἱλόμαν
  2. ἀνατροπάς, ὅταν Ἄρης
  3. τιθασὸς ὢν φίλον ἕλῃ.
  4. ἐπὶ τὸν ὧδʼ ἱέμεναι
  5. κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-
  6. ροῦμεν ὑφʼ αἵματος νέου.
Χορός
  1. σπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τάσδε μερίμνας,
  2. θεῶν δʼ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν,
  3. μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν·
  4. Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας
  5. ἇς ἀπηξιώσατο.
Χορός
  1. δωμάτων γὰρ εἱλόμαν
  2. ἀνατροπάς, ὅταν Ἄρης