Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
- χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.
- καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ
- χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ
- μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς
- αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
- πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
- ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
- Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
- τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
- φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα
- θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
- ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—
- ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.
- οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος
- ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον
- ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν,
- ἀναίματον βόσκημα δαιμόνων, σκιάν.
- οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους,
- ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;