Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς·
- ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
- ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
- μοῦσαν στυγερὰν
- ἀποφαίνεσθαι δεδόκηκεν,
- λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους
- ὡς ἐπινωμᾷ στάσις ἁμά.
- εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι·
- τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ
- οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν,
- ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ·
- ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ
- χεῖρας φονίας ἐπικρύπτει,
- μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
- παραγιγνόμεναι πράκτορες αἵματος
- αὐτῷ τελέως ἐφάνημεν.
- μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ
- Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν
- ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ-
- νίς μʼ ἄτιμον τίθησιν