Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ
  2. φεροίμαν βοσκὰν πώματος δυσπότου·
  3. καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,
  4. ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας.
  5. ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
  6. ἢ θεὸν ἢ ξένον
  7. τινʼ ἀσεβῶν ἢ τοκέας φίλους,
  8. ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.
  9. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
  10. ἔνερθε χθονός,
  11. δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.
Ὀρέστης
  1. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
  2. πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
  3. σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
  4. φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
  5. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
  6. μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει·
  7. ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
  8. Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
  9. πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,