Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
  2. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
  3. πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
  4. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
  5. σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
  6. ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν
  7. ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.
  8. καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.
  9. ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
Χορός
  1. ὅρα ὅρα μάλʼ αὖ,
  2. λεύσσετε πάντα, μὴ
  3. λάθῃ φύγδα βὰς
  4. ὁ ματροφόνος ἀτίτας.
  5. ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχων
  6. περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
  7. ὑπόδικος θέλει γενέσθαι χρεῶν.
  8. τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
  9. δυσαγκόμιστον, παπαῖ,
  10. τὸ διερὸν πέδοι χύμενον οἴχεται.
  11. ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν