Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.
- σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
- τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.
- οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.
- μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.
- ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
- μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
- ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·
- δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
- τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών.
- ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν
- ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
- οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,
- ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
- ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
- ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
- σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
- πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
- αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
- εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.