Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους.
Χορός
  1. καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Ἀπόλλων
  1. οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
Χορός
  1. ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
Ἀπόλλων
  1. τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
Χορός
  1. τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
Ἀπόλλων
  1. τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χορός
  1. οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.
Ἀπόλλων
  1. ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσω
  2. Ἥρας τελείας καὶ Διὸς πιστώματα.
  3. Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ,
  4. ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
  5. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
  6. ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.
  7. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
  8. τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ,
  9. οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.
  10. τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,
  11. τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
  12. δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.