Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει·
- ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
- δίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷ
- παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία,
- λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
- ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε
- οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς
- στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος
- μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
- οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
- ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
- χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.
- ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν.
- ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
- αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
- ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.
- πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
- ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
- ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;
- κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου.