Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
  2. κρατοῦντες τὸ πᾶν δίκας πλέον
  3. φονολιβῆ θρόνον
  4. περὶ πόδα, περὶ κάρα.—
  5. πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
  6. βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
Χορός
  1. ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
  2. μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος,
  3. παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
  4. παλαιγενεῖς δὲ μοίρας φθίσας.
Χορός
  1. κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,
  2. ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται.
  3. ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳ
  4. μιάστορʼ ἐκ γένους πάσεται.
Ἀπόλλων
  1. ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
  2. χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
  3. μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
  4. χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
  5. ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν,
  6. ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.