Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς
- Θησῇδος ἐξίκοιτʼ ἂν εὐκλεὴς λόχος
- παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.
- φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι
- τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,
- ὅπως ἂν εὔφρων ἥδʼ ὁμιλία χθονὸς
- τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.
- βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι
- Νυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὔφρονι πομπᾷ,
- εὐφαμεῖτε δέ, χωρῖται,
- γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,
- καὶ τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,
- εὐφαμεῖτε δὲ πανδαμεί.
- ἵλαοι δὲ καὶ σύμφρονες γᾷ
- δεῦρʼ ἴτε, σεμναί, ξὺν πυριδάπτῳ
- λαμπάδι τερπόμεναι καθʼ ὁδόν.
- ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.
- σπονδαὶ δʼ ἐς τὸ πᾶν ἐκ μετοίκων
- Παλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπτας
- οὕτω Μοῖρά τε συγκατέβα.