Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν
  2. ὀρθοδίκαιον
  3. πρέψετε πάντως[*](πάντως V: πάντες codd. cett.) διάγοντες.
Χορός
  1. <χαίρετε[*](χαίρετε add. Turnebus)> χαίρετ᾽ ἐν αἰσιμίαισι[*](ἐν αἰσιμίαισι Askew: ἐναισιμίαις M) πλούτου.
  2. χαίρετ᾽ ἀστικὸς λεώς,
  3. ἴκταρ ἥμενοι Διός,
  4. παρθένου[*](παρθένου Robortello: παρθένους M A Fl G) φίλας φίλοι
  5. σωφρονοῦντες ἐν χρόνῳ.
  6. Παλλάδος δ᾽ ὑπὸ πτεροῖς
  7. ὄντας ἅζεται πατήρ.
Ἀθηνᾶ
  1. χαίρετε χὐμεῖς: προτέραν δ᾽ ἐμὲ[*](δ᾽ ἐμὲ Wakefield: δέ με codd.) χρὴ
  2. στείχειν θαλάμους ἀποδείξουσαν
  3. πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.[*](προπομπῶν Bentley: προπομπόν codd.)
  4. ἴτε καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν
  5. κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν[*](ἀτηρὸν Bentley: ἀτήριον codd.)
  6. χώρας κατέχειν, τὸ δὲ κερδαλέον
  7. πέμπειν πόλεως ἐπὶ νίκῃ.
  8. ὑμεῖς[*](ὑμεῖς Turnebus: ἡμεῖς codd.) δ᾽ ἡγεῖσθε, πολισσοῦχοι
  9. παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις.[*](μετοίκοις Turnebus; μέτοικοι codd.)
  10. εἴη δ᾽ ἀγαθῶν