Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ ἐκράτησε Ζεὺς ἀγοραῖος:
  2. νικᾷ δ᾽ ἀγαθῶν
  3. ἔρις ἡμετέρα διὰ παντός.
Χορός
  1. τὰν δ᾽ ἄπληστον κακῶν
  2. μήποτ᾽ ἐν πόλει στάσιν
  3. τᾷδ᾽ ἐπεύχομαι βρέμειν.
  4. μηδὲ πιοῦσα κόνις
  5. μέλαν αἷμα πολιτᾶν
  6. δι᾽ ὀργὰν ποινᾶς[*](ποινᾶς Fl Fa V: ποινὰς M)
  7. ἀντιφόνους ἄτας
  8. ἁρπαλίσαι πόλεως.
  9. χάρματα δ᾽ ἀντιδιδοῖεν
  10. κοινοφιλεῖ[*](κοινοφιλεῖ Hermann: κοινωφιλεῖ (ω ex ο factum) M) διανοίᾳ,
  11. καὶ στυγεῖν μιᾷ φρενί.
  12. πολλῶν γὰρ τόδ᾽ ἐν βροτοῖς ἄκος.
Ἀθηνᾶ
  1. ἆρα[*](ἆρα Fl V Fa: ἄρὰ M) φρονοῦσα[*](φρονοῦσα olim Hermann: φρονοῦσιν M) γλώσσης ἀγαθῆς
  2. ὁδὸν εὑρίσκεις;[*](εὑρίσκεις olim Hermann: εὑρίσκει codd.)
  3. ἐκ τῶν φοβερῶν τῶνδε προσώπων
  4. μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις:
  5. τάσδε γὰρ εὔφρονας[*](εὔφρονας Turnebus: εὐφράνας M) εὔφρονες ἀεὶ