Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος[*](φιτυποίμενος Lobeck: φῖτυποιμένος M) δίκην,
  2. τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.
  3. τοιαῦτα σοὔστι.[*](σοὔστι Porson: σοὐστι M) τῶν ἀρειφάτων δ᾽ ἐγὼ
  4. πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
  5. τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
Χορός
  1. δέξομαι Παλλάδος ξυνοικίαν,
  2. οὐδ᾽ ἀτιμάσω πόλιν,
  3. τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
  4. φρούριον θεῶν νέμει,
  5. ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων:
  6. ᾇτ᾽ ἐγὼ κατεύχομαι
  7. θεσπίσασα πρευμενῶς
  8. ἐπισσύτους βίου τύχας ὀνησίμους
  9. γαίας ἐξαμβρῦσαι[*](ἐξαμβρῦσαι Pauw: ἐξαμβρόσαι M)
  10. φαιδρὸν ἁλίου σέλας.
Ἀθηνᾶ
  1. τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις
  2. πράσσω, μεγάλας καὶ δυσαρέστους
  3. δαίμονας αὐτοῦ κατανασσαμένη.
  4. πάντα γὰρ αὗται τὰ κατ᾽ ἀνθρώπους
  5. ἔλαχον διέπειν.