Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁ δὲ μὴ κύρσας ἱλαρῶν[*](ἱλαρῶν Weil: βαρέων codd.) τούτων
  2. οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου <προσέπαισαν.[*](προσέπαισαν add. Hermann)>
  3. τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά[*](ἀπλακήματά Pauw: ἀμπλακήματά M) νιν
  4. πρὸς τάσδ᾽ ἀπάγει, σιγῶν <δ᾽[*](δ᾽ add. Musgrave)> ὄλεθρος
  5. καὶ μέγα φωνοῦντ᾽
  6. ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
Χορός
  1. δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
  2. τὰν ἐμὰν χάριν λέγω:
  3. φλογμός[*](φλογμὸς Fl V: φλοιγμὸς M) <τ᾽[*](τ᾽ add. Turnebus)> ὀμματοστερὴς φυτῶν, τὸ
  4. μὴ περᾶν ὅρον λοπῶν,[*](λοπῶν Wecklein: τόπων codd.)
  5. μηδ᾽ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
  6. μῆλά τ᾽ εὐθενοῦντα Πᾶν[*](εὐθενοῦντα Πᾶν Meineke: εὐθενοῦντ᾽ ἄγαν codd.)
  7. ξὺν διπλοῖσιν[*](διπλοῖσιν Fl V: διπλοῖς M) ἐμβρύοις
  8. τρέφοι χρόνῳ τεταγμένῳ: γόνος <δ᾽ ἀεὶ[*](δ᾽ ἀεὶ add. Musgrave)>
  9. πλουτόχθων ἑρμαίαν
  10. δαιμόνων δόσιν τίοι.
Ἀθηνᾶ
  1. ἦ τάδ᾽ ἀκούετε, πόλεως φρούριον,
  2. οἷ᾽ ἐπικραίνει;[*](οἷ᾽ ἐπικραίνει Fl V: οἷα ἐπικραινεῖ (eraso ι) M) μέγα γὰρ δύναται
  3. πότνι᾽ Ἐρινὺς παρά τ᾽ ἀθανάτοις
  4. τοῖς θ᾽ ὑπὸ γαῖαν, περί τ᾽ ἀνθρώπων