Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ.
- πάσης ἀπήμον᾽ οἰζύος: δέχου δὲ σύ.
- καὶ δὴ δέδεγμαι: τίς δέ μοι τιμὴ μένει;
- ὡς μή τιν᾽ οἶκον εὐθενεῖν[*](εὐθενεῖν Scaliger: εὐσθενεῖν codd.) ἄνευ σέθεν.
- σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον;
- τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν.
- καί μοι πρόπαντος[*](πρόπαντος Abresch: προπαντὸς M) ἐγγύην θήσει χρόνου;
- ἔξεστι[*](ἔξεστι Fl V: ἔξεστιν M) γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ.
- θέλξειν μ᾽ ἔοικας καὶ μεθίσταμαι κότου.
- τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους.
- τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;
- ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
- καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
- ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα
- εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα:
- καρπόν τε γαίας καὶ βοτῶν[*](βοτῶν Stanley: βροτῶν codd.) ἐπίρρυτον
- ἀστοῖσιν εὐθενοῦντα[*](εὐθενοῦντα Turnebus: εὐθενοῦντας M) μὴ κάμνειν χρόνῳ,
- καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
- τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.