Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοιγὰρ κατὰ χθόν᾽ οὖσ᾽ ἐπικτήσει φίλους.
- τί οὖν μ᾽ ἄνωγας τῇδ᾽ ἐφυμνῆσαι χθονί;
- ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα,
- καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου
- ἐξ οὐρανοῦ τε: κἀνέμων ἀήματα
- εὐηλίως πνέοντ᾽ ἐπιστείχειν χθόνα:
- καρπόν τε γαίας καὶ βοτῶν[*](βοτῶν Stanley: βροτῶν codd.) ἐπίρρυτον
- ἀστοῖσιν εὐθενοῦντα[*](εὐθενοῦντα Turnebus: εὐθενοῦντας M) μὴ κάμνειν χρόνῳ,
- καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν.
- τῶν δυσσεβούντων δ᾽ ἐκφορωτέρα πέλοις.
- στέργω γάρ, ἀνδρὸς φιτυποίμενος[*](φιτυποίμενος Lobeck: φῖτυποιμένος M) δίκην,
- τὸ τῶν δικαίων τῶνδ᾽ ἀπένθητον γένος.
- τοιαῦτα σοὔστι.[*](σοὔστι Porson: σοὐστι M) τῶν ἀρειφάτων δ᾽ ἐγὼ