Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ
- τήνδ᾽ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
- δέξομαι Παλλάδος ξυνοικίαν,
- οὐδ᾽ ἀτιμάσω πόλιν,
- τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
- φρούριον θεῶν νέμει,
- ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων:
- ᾇτ᾽ ἐγὼ κατεύχομαι
- θεσπίσασα πρευμενῶς
- ἐπισσύτους βίου τύχας ὀνησίμους
- γαίας ἐξαμβρῦσαι[*](ἐξαμβρῦσαι Pauw: ἐξαμβρόσαι M)
- φαιδρὸν ἁλίου σέλας.
- τάδ᾽ ἐγὼ προφρόνως τοῖσδε πολίταις